| [Ἀντ]ίδημος Κλεϊπ[πίδου — — — — — εἶπεν· ἐπειδὴ] | |
| [Νικ]ογένης Νίκωνο[ς Φιλαΐδης χειροτονηθεὶς] | |
| [ὑπὸ τ]οῦ δήμου Θησεί[ων ἀγωνοθέτης εἰς τὸν ἐνιαυ]- | |
| [τ]ὸν τὸν ἐπὶ Ἀριστόλα [ἄρχοντος τήν τε πομπὴν] | |
| 5 | [ἔπεμψεν ε]ὐσ[χ]ήμ[ον]α [καὶ τ]ὴν θυσ[ίαν συνετέλε]- |
| [σεν τῶι Θησεῖ κ]ατὰ [τὰ π]άτρια καὶ τῆς λαμπά[δος καὶ] | |
| [τοῦ γυμ]νικοῦ ἀγῶ[ν]ος ἐποιήσατο τὴν ἐπ[ιμέλειαν] | |
| [προ]ν[ο]ηθεὶς τοῦ μηθένα τῶν ἀγωνιζομένων [ἀδι]- | |
| [κήμ]α[τι] περιπεσεῖν· ἔθηκεν δὲ καὶ ἆθλα τοῖς ἀγω[νι]- | |
| 10 | [σαμέν]οις σπουδῆς οὐθὲν ἐλλείπων κατὰ τὰ ἐψηφισ- |
| [μέ]να [τ]ῶ[ι] δήμωι· παρεσκεύασεν δὲ καὶ ταῖς φυλαῖς | |
| [τ]αῖ[ς νι]κώσαις ἆθλα τῶν τε ἱππέων καὶ τῶν ἐπιλέ- | |
| [κτων], ὁμοίως δὲ καὶ τοῖς ἐκ τῶν ἐθνῶν τάγμασιν, καὶ | |
| [τα]ῦ[τ]α ἀνέθηκεν· ἔδωκεν δὲ καὶ τεῖ βουλεῖ καθέσιμον | |
| 15 | [δρ]αχμὰς v ΧΗΗ v καὶ τοῖς πρυτάνεσιν εἰς θυσίαν v Η· v |
| ἀνέθηκεν δὲ καὶ στήλην ἐν τῶι τοῦ Θησέως τεμέ- | |
| νει εἰς ἣν ἀνέγραψε τοὺς νικήσαντας, καὶ εἰς ταῦ- | |
| τα πάντα ἀπολογίζεται ἀνηλωκὼς ἐκ τῶν ἰδίων | |
| ὑπὲρ τὰς δισχιλίας ἑξακοσίας ἐνενήκοντα δραχμάς· | |
| 20 | καὶ περὶ ἁπάντων ὧν ὠικονόμηκεν ἀπενήνοχεν λό- |
| γους εἰς τὸ μητρῶιον καὶ πρὸς τοὺς λογιστὰς καὶ τὰς | |
| εὐθύνας ἔδωκεν· ὅπως οὖν καὶ ἡ βουλὴ καὶ ὁ δῆμος | |
| μνημονεύοντες φαίνωνται τῶν εἰς ἑαυτοὺς φιλοτι- | |
| μουμένων καὶ ἑτοίμως διδόντων εἰ〚ι〛ς τὰς ἐπιμελείας, | |
| 25 | ἀγαθεῖ τύχει δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόντας προ- |
| [έ]δρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι | |
| [π]ερὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς | |
| [ε]ἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ, ἐπαινέσαι | |
| [Νικογ]ένην Νίκωνος Φιλαΐδην καὶ στεφανῶσαι αὐτὸν | |
| 30 | [χρυσῶ]ι στεφάνωι κατὰ τὸν νόμον εὐνοίας ἕνε- |
| [κεν καὶ] φιλοτιμίας ἣν ἔχων διατελεῖ περί τε τὴν | |
| [βουλ]ὴ[ν] καὶ τὸν δῆμον τὸν Ἀθηναίων· ἀναγορεῦσ[αι] | |
| [δὲ τὸν] στέφανον Διονυσίων τε τῶν ἐν ἄστει καινο[ῖς] | |
| [τ]ρ[αγωιδ]ο[ῖ]ς καὶ Παναθηναίων καὶ Ἐλευσινίων καὶ Πτολε- | |
| 35 | [μαίων το]ῖς γυμνικοῖς ἀγῶσιν· ἀναγ[ράψ]αι δὲ τόδε τὸ ψή- |
| [φισμα τὸν γ]ραμματέα τὸν κατὰ πρυτανείαν εἰς στήλην | |
| [ἐν ἧι καὶ ο]ἱ νενικηκότες. vacat | |
| 37a | vacat |
| 38 | ἡ βουλὴ |
| ὁ δῆμος | |
| 40 | Νικογένην |
| Νίκωνος | |
| Φιλαΐδην |
Ch. Giannias – Ch. Chrysafis