Ἔδοξε τῇ βουλῇ καὶ τῶι δήμωι· πρυτάνεων | |
γνώμηι· περὶ ὧν ἐπῆλθον προστάται καὶ στρα- | |
τηγοί· ἐπειδὴ Τελευτίας Θευδώρου Κῶιος | |
ἀνὴρ καλὸς καὶ ἀγαθός ἐστιν εἰς τὴν πόλιν | |
5 | καὶ ἰδίαι τε τοῖς ἐντυνχάνουσιν τῶν πολιτ<ῶ>ν |
εὐχρηστῶν διατελεῖ καὶ κατὰ κοινὸν παντὶ | |
τῶι δήμωι εὔνους ὑπάρχει, ἀεί τι καὶ λέγων | |
καὶ πράσσων ὑπὲρ τοῦ πλήθους, ἵνα ἐπαινεθῇ | |
τε ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ στεφανω̣- | |
10 | θῇ χρυσῶι στεφάνωι ἀπὸ πλήθους ὅσου |
πλίστου ἔξεστι ἐκ τῶν νόμων, γένηται δὲ | |
καὶ πρόξενος τῆς πό<λ>εως, δοθῆι δὲ αὐτῶι κα[ὶ] | |
πολιτείa[[ν]] μετέχοντι πάντων ὧν καὶ τοῖς ἄλ- | |
λοις πολίταις μέτεστιν, τὰ δὲ αὐτὰ ὑπάρχῃ τίμ[ι]- | |
15 | α καὶ τοῖς ἐκγόνοις αὐτοῦ, ὑπάρχῃ δὲ αὐτῷ κα[ὶ] |
προεδρία ἐν τοῖς ἀγῶσι πᾶσι οἷς ἡ πόλις τίθ[η]- | |
σι, καὶ ἵνα ὁ ἀγωνοθέτης ἐπιμελὲς ποιήσητα̣[ι] | |
ὅπως ἀνανγελῇ ὁ στέφανος, ὧι τετίμη- | |
ται Τελευτίας ἐν τοῖς πρώτοις Διονυσίο[ις], | |
20 | δεδόχθαι Ἰασεῦσι· ἐπαινέσαι Τελευτίαν |
Θευδώρου Κῶιον εὐνοίας ἕνεκε τῆς εἰς τὴν [πό]- | |
λιν καὶ στεφανῶσαι χρυσέωι στεφάνωι̣ [ἀπὸ] | |
πλήθους ὅσου πλείστου ἔξεστιν ἐκ τῶν ν[ό]- | |
μων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς ε vac. ἰ[ς] | |
25 | τὸ πλῆθος τὸ Ἰασέων, εἶναι δὲ καὶ προεδρίαν ἐ[ν] |
τοῖς ἀγῶσι πᾶσι, ὑπάρχειν δὲ αυτὸν καὶ πρόξεν[ον] | |
τῆς πόλεως, δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν μ[ε]- | |
τέχοντι πάντων ὧν καὶ τοῖς ἄλλοις πολίταις μέ- | |
τεστι, ἐπικληρῶσαι δὲ αὐτὸν καὶ ἐπὶ φυλὴν ἐν τ[οῖς] | |
30 | ἐννόμοις χρόνοις, τὰ δὲ αὐτὰ ὑπάρχειν καὶ τοῖς ἐκ̣[γό]- |
νοις αὐτοῦ, τὸν δὲ ἀγωνοθέτην ἐπιμελὲς πο[ιή]- | |
σασθαι ὅπως ἀνανγελῇ ὁ στέφανος, ὧι τετίμη[ται] | |
Τελευτίας, τῆς ἀνανγελίας γινομένης ἐν | |
τοῖ<ς> πρώτοις Διονυσίοις μετὰ τὴν πομπήν· ἵνα [δὲ] | |
35 | καὶ Κῶιοι εἰδήσωσι τὴν Τελευτία καλοκἀγαθίαν [καὶ] |
τὴν Ἰασέων εὐχαριστίαν, ἑλέσθαι πρεσβευτ[ήν]· | |
τὸν δὲ αἱρεθέντα ἀφικόμενον πρὸς Κώιους πε[ρί τε] | |
τῆς Τελευτία καλοκἀγαθίας καὶ τῆς πρὸς τὸvν [δῆ]- | |
μον εὐνοίας ἐνφανίσ[αι καὶ πα]ρακαλεῖν οἰκήου̣[ς] | |
40 | καὶ φίλους καὶ συμμά[χους ὑπάρχ]οντας τῆς πό[λ]- |
[εω]ς φ̣ι̣λ̣ο̣φ̣ρό̣νω̣ς ἀ̣π[οδέξασθαι τὰ] ἐψηφισμέν[α–] |
EDITIONS OF THE TEXT
Παντελίδης 1887: 76-78 no 6; I.Cos Paton 15; SGDI 3630; Michel, Recueil 470; Robert 1927: 120-121 no 4 – part of the inscription (SEG IV 218); I.Cos Segre ED 133; Benedum 1977: 235-236 no 2 pl. IX – part of the inscription (SEG XXVII 517); I.Iasos 51; IG XII 4, 1, 172; Σ. Γαλανάκη in Ανθολόγιο 39-46: Ε3.
The edition of the text was based on Σ. Γαλανάκη in Ανθολόγιο 39-46: Ε3.
FURTHER BIBLIOGRAPHY
Hicks 1887: 111-113; Preuner 1894: 550-552; Jost 1935: 19, 22-23, 31, 39, 47-48; Sherwin-White 1978: 18, 219 (Onomasticon); Höghammar 1996: 341-343 pls 71.2, 72.1; Rhodes – Lewis, Decrees pp. 338-340.
Sοphia Galanaki