Γραμματέως συνέδρων Φιλοξενίδα τοῦ ἐπὶ Θεοδώ̣[ρου] | |
δόγμα· | |
Ἐπεὶ Πόπλιος Kορνήλιος Σκειπίων ὁ ταμίας καὶ ἀντιστράταγος ἀνυ- | |
περβλήτῳ χρώμενος εὐνοίᾳ τᾷ εἰς τὸν Σεβαστὸν καὶ τὸν οἶκον αὐ- | |
5 | τοῦ πάντα μίαν τε μεγίσταν καὶ τιμιωτάταν εὐχὰν πεποιημένος, |
εἰς ἅπαν ἀβλαβῆ τοῦτον φυλάσσεσθαι, ὡς ἀπὸ τῶν καθ’ ἕκαστον ἑαυτοῦ | |
ἐπιδείκνυται ἔργων, ἐτέλεσε μὲν τὰ Kαισάρεια μηδὲν μήτε δαπάνας | |
μήτε φιλοτιμίας ἐνλείπων μηδὲ τᾶς ὑπὲρ τᾶν διὰ τοῦ Σεβαστοῦ θυσιᾶν | |
εὐχαριστίας ποτὶ τοὺς θεοὺς ἅμα καὶ τὰς πλείστας τῶν κατὰ τὰν ἐπα- ρχείαν πό- | |
10 | λεων σὺν ἑαυτῷ τὸ αὐτὸ τοῦτο ποιεῖν κατασκευασάμενος· ἐπιγνοὺς δὲ καὶ Γάιον |
τὸν υἱὸν τοῦ Σεβαστοῦ τὸν ὑπὲρ τᾶς ἀνθρώπων πάντων σωτηρίας τοῖς βαρβάροις μα- | |
χόμενον ὑγιαίνειν τε καὶ κινδύνους ἐκφυγόντα ἀντιτετιμωρῆσθαι τοὺς πολε- | |
μίους, ὑπερχαρὴς ὢν ἐπὶ ταῖς ἀρίσταις ἀνγελίαις, στεφαναφορεῖν τε πάντοις δι- | |
έταξε καὶ θύειν, ἀπράγμονας ὄντας καὶ ἀταράχους, αὐτός τε βουθυτῶν περὶ | |
15 | τᾶς Γαΐου σωτηρίας καὶ θέαις ἐπεδαψιλεύσατο ποικίλαις, ὡς ἔριν μὲν γείνε- |
σθαι τὰ γενόμενα τῶν γεγονότων, τὸ δὲ σεμνὸν αὐτοῦ δι’ ἴσου φυλαχ- θῆμεν, ἐφιλο- | |
τιμήθη δὲ καὶ διαλιπὼν ἀπὸ τᾶν Kαίσαρος ἁμερᾶν ἁμέρας δύο τὰν ἀρχὰν τᾶν | |
ὑπὲρ Γαΐου θυσιᾶν ποιήσασθαι ἀπὸ τᾶς ἁμέρας ἐν ᾇ τὸ πρῶτον ὕπατος ἀπεδεί- | |
χθη· διετάξατο δὲ ἁμῖν καὶ καθ’ ἕκαστον ἐνιαυτὸν τὰν ἁμέραν ταύταν
μετὰ |
|
20 | θυσιᾶν καὶ στεφαναφορίας διάγειν ὅσοις δυνάμεθα ἱλαρώτατα καὶ [. . . . .]τατα, |
ἔδοξε τοῖς συνέδροις πρὸ δέκα πέντε καλανδῶν [- – – – – – – – – – – – – – – – – – – -] |
EDITIONS OF THE TEXT
Oρλάνδος 1960 [1964]: 215-217; Oρλάνδος 1965: 110-115 (BE 1966: 201; AE 1967: 458; SEG XXIII 206); Μ. Καντηρέα in Ανθολόγιο 59-66: Ε6.
The edition of the text was based on Μ. Καντηρέα in Ανθολόγιο 59-66: Ε6.
FURTHER BIBLIOGRAPHY
Zetzel 1970; Herz 1993; Rizakis – Zoumbaki – Lepenioti 2004: 529 no 175.
Maria Kantirea