[- – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – -] | |
TE τὰν πόλιν ἀπὸ τῶ̣ν ΚΡ̣Ι̣Τ̣[- – – – τὰ δ]αμόσια συνφυ̣[λάσ]- | |
σειν τὰ ἀπὸ προγόνων παραδ̣[εδ]ομένα α[ὐτᾷ καὶ τὰ δίκαια ὀφ]είλοντα τηρεῖσθαι τ̣[ῷ] | |
τε δάμῳ τῷ Ῥωμαίων καὶ Σεβαστῷ Καίσαρι· περὶ [δὲ τούτων ἔχοντος] τὰν πλείσταν φροντ[ί]- | |
δα Ἐπινίκου τοῦ γραμματέος τῶν συνέδρων [ὑ]πὲρ̣ [τᾶς πόλιο]ς περὶ τῶν συμφερόν- | |
5 | των, καθὼς καὶ παρ’ ὅλον τὸν ἐνιαυτὸν ποιεῖται, εἵνεκεν̣ [του ἐ]πισκευασθῆμεν τὰ δα- |
μόσια καὶ παρακαλοῦντος τοὺς διὰ παντὸς ποιοῦντας τὰ [δί]καια τᾶι πόλει Ἕλλανάς | |
τε καὶ Ῥωμαίους τοὺς ἐν αὐτᾷ κατοικοῦντας καὶ ἐν τῷ παρόντ[ι] ὑπολανβάνοντας τὸ | |
κοινᾷ ἀσθενὲς αὐτᾶς κατ’ ἄνδρα ὑπεχομένους καὶ κατὰ δύναμιν ἐκ̣πληροῦν τὸ βέλ- | |
τιστον ἐπανγελλομένους εἰς τὰν ἐπισκευὰν αὐτᾶς, εἰς ἂν ὑπέ[σχ]οντο, vacat | |
10 | Τείσαρχος Διονυσίου εἰς τὰν ἐπισκευὰν τοῦ ἀρχαίου γυμνασίου ὑποσχόμε[νος] δει- |
νάρια πεντακόσια ἐπεσκεύασε τάν τε ὀλυμπικὰν στοὰν καὶ τὰν μέσαν vacat | |
Κράτων Ἀρχεδάμου τὰν γινομέναν αὐτῷ ἔξοδον εἰς τὸ γυμνάσιον εἰς ξύλα δεινάρια – – – | |
ακόσια καὶ τὰ γινόμενα αὐτῷ ἐν τῷ μετὰ Φιλόστρατον ἐνιαυτῷ εἰς ἐναγισμὸν Ἀριστομέ- | |
νει ταύρου δεινάρια ἑβδομήκοντα· vacat | |
15 | Τυχαμένης Δορκωνίδα δεινάρια τριακόσια· |
Λεύκιος Βέννιος Γλύκων δεινάρια χίλια· | |
Τείμαρχος Θέωνος δεινάρια διακόσια· | |
Πόπλιος Οὐαλέριος Ἄνδρων δεινάρια τριακόσια· | |
Νικήρατος Θέωνος τὸ βουλεῖον καὶ τὰν ποτ’ αὐτῷ στοὰν ἐπισκευάσειν ἐκ τοῦ ἰδίου βίου· | |
20 | Καλλίας Ἀπολλώνιου τὰν παντόπωλιν στοὰν ὡσαύτως ἐπισκευάσειν· |
Μᾶρκος Ἀντώνιος Πρόκλος δεινάρια ἑκατόν· | |
Εὐάμερος Φιλοκράτεος δεινάρια διακόσια· | |
Πόπλιος Λικήϊος δεινάρια ἑκατόν· | |
Πόπλιος Λικίνιος Κέλερ δεινάρια ἑκατόν· | |
25 | Πόπλιος Φλαμίνιος δεινάρια ἑκατόν· |
Τιβέριος Κλαύδιος Βουκκίων δεινάρια διακόσια πεντήκοντα· | |
Διονύσιος Ἀριστομένεος ὑπὲρ Πλεισταρχίαν τὰν ματέρα δεινάρια πεντακόσια εἰς τὰν ἐπι- | |
σκευὰν τοῦ ναοῦ τᾶς Δάματρος καὶ τᾶς στοᾶς τᾶς λεγομένας Νικαίου· | |
Διογένης Διογένεος ὑπέρ Διογένη καὶ Φιλωνίδαν καὶ Φιλόξενον δεινάρια ἑκατὸν πεντήκοντα· | |
30 | Τίτος Νίννιος Φιλιππίων δεινάρια πεντήκοντα· |
[Ἀ]σκλάπων καὶ Ξενοκράτης οἱ Τιμοκράτεος δεινάρια ἑκατόν· | |
Νικηφόρος Σωτηρίδα μετὰ Σωτηρίδα τοῦ υἱοῦ δεινάρια ἑκατόν· | |
Δομέτιος τὸν ναὸν ἐπισκευάσειν τοῦ Ἡρακλέος καὶ Ἑρμοῦ ἐν γυμνασίῳ· Μηνᾶς καὶ Λεύκιος Σάλβιος οἱ Ζωπύρου ἐπισκευάσειν ἐν ᾧ | |
τὸ κρεοπώλιόν ἐστι καὶ τὰν ποτ’ αὐτῷ στοὰν ἀπὸ δειναρίων τριακοσίων· | |
35 | Λύσων Νικίππου τὸ λογεῖον τοῦ δεικτηρίου. |
Καὶ συμβουλευόντων ἐπαινεῖν αὐτοὺς ἐφ’ ᾇ ἔσχηκαν ὑπὲρ τᾶς πόλιος φροντίδος εἰς τὸν δᾶμον | |
τῶν Ῥωμαίων καὶ ποτὶ τὸν Σεβαστὸν εὐνοίᾳ, ἔδοξε τοῖς συνέδροις ἐπαινέσαι τοὺς ἐπανγελ[λο]- | |
μένους ἐπὶ πᾶσι τοῖς προγεγραμμένοις· ὅπως δὲ ᾖ διάδηλος ἁ δεδομένα ὑπ’ αὐτῶν τᾷ πόλει χάρις | |
ἀναθείτω παρὰ τὸ Σεβαστεῖον Ἐπίνικος ὁ γραμματεὺς τῶν συνέδρων ἐκ τῶν τᾶς πόλιος εἰσόδων χαρά- | |
40 | ξαι εἰς στάλαν λιθίναν καθὼς ἕκαστος ὑπέσχετο καὶ ὅτι ἐπὶ γραμματέος συνέδρων Ἐπινίκου· ὡσ- |
αύτως δὲ καθ’ ἕκαστον ἀναθημάτων τελεσθησομένων γινέσθω ἐπιγραφὰ ὅτι ὑπέσχετο ἐπὶ γραμ- | |
ματέως συνέδρων Ἐπινίκου. |
EDITIONS OF THE TEXT
Ορλάνδος 1959 [1965]: 170-173 (SEG XXIII 205+207)· ΒΕ 1966: no 200· Migeotte 1985α: 597-600 (SEG XXXV 343 ll. 1-14· BE 1987: no 45.
FURTHER BIBLIOGRAPHY
Migeotte, Souscriptions 55-59· Zoumbaki 1998-1999: 122· Lafond 2006: passim· Spawforth 2012: 213-217· Luraghi 2008: 303, 307, 319· Kantiréa 2007α: 132· Camia 2011: 218 note 1008.
Georgios Athanasiadis