ἐπὶ Ναυσινίκο ἄρχοντος. | |
vacat 0.088 | |
2 | Καλλίβιος ⋮ Κηφισοφῶντος |
Παιανιεὺς ⋮ ἐγραμμάτευεν. | |
vacat 0.19 | |
4 | ἐπὶ τῆς Ἱπποθωντίδο[ς ἑβδ]όμης πρυτα- |
5 | νείας· ἔδοξεν τῆι βολ[ῆι κα]ὶ τῶι δήμω- |
ι, Χαρῖνος Ἀθμον[εὺς ἐπ]εστάτει· | |
Ἀριστοτέλης εἶ[πεν· τύχ]ηι ἀγαθῆι τῆι Ἀ- | |
θηναίων καὶ τ[ῶ]ν [συμμ]άχων τῶν Ἀθηναίω- | |
ν ὅπως ἂν Λακεδ[αιμό]νιοι ἐῶσι τὸς Ἕλλη- | |
10 | νας ἐλευθέ[ρ]ος [καὶ] αὐτονόμος ἡσυχίαν |
ἄγειν τὴ[ν χώραν] ἔχοντας ἐμ βεβαίωι τὴ- | |
[ν ἑαυτῶν ․ ․ 6 ․ ․ ․ ]ικ[ ․ ․ ]οσ[ ․ ․ 5 ․ ․ ]ηι[ ․ ․ ․ ]αι | |
[ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ 30 ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ]α | |
[ ․ ․ ․ ․ 11 ․ ․ ․ ․ ․ ]απ[ ․ ․ ]σ[ ․ ․ ]ε[ ․ ]σ[ ․ ․ 6 ․ ․ ․ ]ωσ[ ․ ]ν | |
15 | [ ․ ․ 5 ․ ․ ἐψηφί]σθαι τῶι δήμωι· ἐάν τις βόλ- |
[ηται τῶν Ἑλ]λήνων ἢ τῶν βαρβάρων τῶν ἐν | |
[ἠπείρωι ἐν]οικόντων ἢ τῶν νησιωτῶν, ὅσ- | |
[οι μὴ βασι]λέως εἰσίν, Ἀθηναίων σύμμαχ- | |
[ος εἶναι κ]αὶ τῶν συμμάχων, ἐξεῖναι αὐ[τ]- | |
20 | ῶ[ι ἐλευθέρ]ωι ὄντι καὶ αὐτονόμωι, πολι- |
τ[ευομέν]ωι πολιτείαν ἣν ἂν βόληται μή- | |
τε [φρορ]ὰν εἰσδεχομένωι μήτε ἄρχοντα | |
ὑπο[δεχ]ομένωι μήτε φόρον φέροντι, ἐπὶ | |
δὲ τ[οῖς] αὐτοῖς ἐφ οἷσπερ Χίοι καὶ Θηβαῖ- | |
25 | οι κα[ὶ] οἱ ἄλλοι σύμμαχοι τοῖς δὲ ποιησ- |
σαμέν[οι]ς συμμαχίαν πρὸς Ἀθηναίος καὶ | |
τὸς συμ[μ]άχος ἀφεῖναι τὸν δῆμον τὰ ἐγκ- | |
τήματα ὅποσ ἂν τυγχάνηι ὄντα ἢ ἴδια ἢ [δ]- | |
ημόσια Ἀθ[η]ναίων ἐν τῆι χ[ώραι τῶν ποιο]- | |
30 | μένων τὴν συμμαχίαν κ[αὶ περὶ τούτων π]- |
ίστιν δο͂ναι α[ὐτοῖς. ἐὰν δέ τωι τ]υγχάν[η]- | |
ι τῶν πόλεων [τῶν ποιομένων] τὴν συμμαχ- | |
ίαν πρὸς Ἀθην[αίος σ]τῆλαι ὀ͂σαι Ἀθήνησ- | |
ι ἀνεπιτήδειο[ι, τ]ὴμ βολὴν τὴν ἀεὶ βολε- | |
35 | ύοσαν κυρίαν ε[ἶν]αι καθαιρεῖν· ἀπὸ δὲ Ν- |
αυσινίκο ἄρχον[τ]ος μὴ ἐξεῖναι μήτε ἰδ- | |
ίαι μήτε δημοσ[ί]αι Ἀθηναίων μηθενὶ ἐγ- | |
κτήσασθαι ἐν τ[α]ῖς τῶν συμμάχων χώραι- | |
ς μήτε οἰκίαν μήτε χωρίον μήτε πριαμέ- | |
40 | νωι μήτε ὑποθεμ̣ένωι μήτε ἄλλωι τρόπω- |
ι μηθενί· ἐὰν δέ τις ὠνῆται ἢ κτᾶται ἢ τι- | |
θῆται τρόπωι ὁτωιο͂ν, ἐξεῖναι τῶι βολο- | |
μένωι τῶν συμμάχων φῆναι πρὸς τὸς συν- | |
έδρος τῶν συμμάχων· οἱ δὲ σύνεδροι ἀπο- | |
45 | [δ]όμενοι ἀποδόντων [τὸ μὲν ἥ]μυσυ τῶ[ι] φήναντι, τὸ δὲ ἄ- |
[λλο κοι]νὸν [ἔσ]τω τῶν συ[μμά]χων· ἐὰν δέ τι- | |
ς ἴ[ηι] ἐπὶ πολέμωι ἐπὶ τ[ὸ]ς ποιησαμένος | |
τὴν συμμαχίαν ἢ κατὰ γ[ὴ]ν ἢ κατὰ θάλαττ- | |
αν, βοηθεῖν Ἀθηναίος καὶ τὸς συμμάχος | |
50 | τούτοις, καὶ κατὰ γὴν καὶ κατὰ θάλαττα- |
ν παντὶ σθένει κατὰ τὸ δυνατὸν. ἐὰν δέ τ- | |
ις εἴπηι ἢ ἐπιψηφίσηι ἢ ἄρχων ἢ ἰδιώτη- | |
ς παρὰ τόδε τὸ ψήφισμα ὡς λύειν τι δεῖ τ- | |
ῶν ἐν τῶιδε τῶι ψηφίσματι εἰρημέν[ων ὕ]- | |
55 | παρχέτω μ[ὲν] αὐτῶι ἀτίμωι εἶναι καὶ [τὰ] |
[χρ]ήμα[τα αὐ]το͂ δημόσια ἔστω καὶ τῆς θ[εο͂] | |
[τ]ὸ ἐπιδ[έκα]τον καὶ κρινέσθω ἐν Ἀθην[αί]- | |
[ο]ις καὶ τ[οῖς] συμμάχοις ὡς διαλύων τὴν | |
συμμαχία[ν, ζ]ημιόντων δὲ αὐτὸν θανάτω- | |
60 | ι ἢ φυγῆι ὁ͂[περ] Ἀθηναῖοι καὶ οἱ σύμμαχο- |
ι κρατο͂σι[ν· ἐὰν] δὲ θανάτο τιμηθῆι, μὴ τα- | |
φήτω ἐν τῆ[ι Ἀττι]κῆι [μ]ηδὲ ἐν τῆι τῶν συμ- | |
μάχων. τὸ δ[ὲ ψήφι]σμα τόδε ὁ γραμματεὺς | |
ὁ τῆς βολῆ[ς ἀναγρ]αψάτω ἐν στήληι λιθί- | |
65 | νηι καὶ καταθέ[τω] παρὰ τὸν Δία τὸν Ἐλευ- |
θέριον· τὸ δὲ ἀρ[γύ]ριον δο͂ναι εἰς τὴν ἀν- | |
αγραφὴν τῆς στ[ήλη]ς ἑξήκοντα δραχμὰς | |
ἐκ τῶν δέκα ταλ[άν]των τὸς ταμίας τῆς θε- | |
ο͂. εἰς δὲ τὴν στήλην ταύτην ἀναγρά- | |
70 | φειν τῶν τε οὐσ[ῶ]ν πόλεων συμμαχίδων τ- |
ὰ ὀνόματα καὶ ἥτις ἂν ἄλλη σύμμαχος γί- | |
<γ>νηται ταῦτα μὲν ἀναγράψαι, ἑλέσθαι δ- | |
ὲ τὸν δῆμον πρέσβεις τρεῖς αὐτίκα μάλ- | |
[α] εἰς Θήβας, [ο]ἵτινες πείσοσι Θηβαίοις ὅ- | |
75 | [τ]ι ἂν δύνω[ν]ται ἀγαθὸν. οἵδε ηἱρέθησαν |
[Ἀ]ριστοτέλης Μαραθώνιος, v Πύρρανδρο- | |
ς Ἀναφλύσ[τ]ιος, Θρασύβολος Κολλυτεύς. | |
Ἀθηναίων πόλεις αἵδε σύμμαχοι· | |
Χῖοι Τενέδιοι Θηβαῖοι | |
80 | Μυτιλη[ν]αῖοι Χαλκιδῆς |
[Μ]ηθυ[μν]αῖοι Ἐρετριῆς | |
Ρόδιοι Ποιήσσιοι Ἀρεθόσιοι | |
Βυζάντιοι Καρύστιοι | |
Περίνθιοι Ἴκιοι | |
85 | Πεπαρήθιοι Παλλ[— —] |
Σκιάθιοι | |
Μαρωνῖται | |
Διῆς | |
Πάρ[ι]οι Ο[— — —] | |
90 | Ἀθηνῖται Π[— — —] |
Ἀριστοτέλης εἶπε· [— — — — — — ἐπει]- | |
δὰν πρῶτο[ν — — — — — — — — — —] | |
ἑκόντες π[ρο]σχωρῶσι [— — — — — — ἐψη]- | |
φισμένα τῶι δήμωι καὶ τ[— — — — — — —] | |
95 | νήσων εἰς τὴν συμμ[αχίαν — — — — — —] |
τοῖς τῶν ἐψηφι[σμένων — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — —] |
Αριστερή όψη
[Πυρ]ραίων | |
[ὁ δ]ῆμος | |
[Ἀβδη]ρῖται | |
100 | [Θάσι]οι |
[Χαλκι]δῆς | |
ἀπὸ [Θράικης] | |
Αἴνιοι | |
Σαμοθρᾶικ[ες] | |
105 | Δικαιοπολῖται |
Ἀκαρνᾶνες | |
Κεφαλλήνων | |
Πρῶννοι | |
Ἀλκέτας | |
110 | Νεοπτόλεμος |
[Ἰάσω]ν | |
Ἄνδριοι | |
[Τ]ήνιοι | |
[Ἑσ]τιαιῆς | |
115 | Μυ[κ]όνιοι |
Ἀντισσαῖοι | |
Ἐρέσιοι | |
Ἀστραιούσιοι | |
Κείων | |
120 | Ἰουλιῆται |
Καρθαιε͂ς | |
Κορήσιοι | |
Ἐλαιόσιοι | |
Ἀμόργιοι | |
125 | Σηλυμβριανο[ί] |
Σίφνιοι | |
Σικινῆται | |
Διε͂ς | |
ἀπὸ Θράικης | |
130 | Νεοπολῖται |
Ζακυν[θ]ίων | |
ὁ δῆμος | |
ὁ ἐν τῶι Νήλλ- | |
ωι |
EDITIONS OF THE TEXT
IG II2 43; Rhodes – Osborne, GHI 22; Ν. Μπιργάλιας in Λαγογιάννη-Γεωργακαράκου – Μπουραζέλης 2007: 69-73; Attic Inscriptions Online 804 (https://www.atticinscriptions.com/inscription/IGII2/43).
The edition of the text was based on Ν. Μπιργάλιας in Λαγογιάννη-Γεωργακαράκου – Μπουραζέλης 2007: 69-73.
FURTHER BIBLIOGRAPHY
——
Nikos Birgalias