Decree about the fund of Athena Lindia

No: Ε31

Reference to the file:

  • No
    Ε31
  • Title
    Decree about the fund of Athena Lindia
  •           Ψάφισμα Ἱππία Ἱππία τοῦ Ἱππία Ἀργείου
        περὶ τᾶς παρακαταθήκας τᾶς Ἀθάνας.
    Ι ἐπ’ ἰερέως τᾶς Ἀθάνας Ἀριστείδα, τοῦ δὲ Ἁλίου Πλε[ι]-
    στάρχου  Πα. ιϛ΄.  ἔδοξε μασ[τ]ροῖς καὶ Λινδίοις  Ἱππίας γ΄ Ἀργ. εἶπε·
    5 ἐπειδὴ συνβαίνει τὰς μὲν ποθόδους τὰς Λινδίων ὑστερεῖν, τὰ δὲ εἰ[ς]
    τὰς θυσίας καὶ παναγύ[ρε]ις ἀναλ[ώ]ματα πολλάκις ἐπείγειν καὶ τού-
    [τ]ῳ τρόπῳ τοὺς ἄρχοντας εἰς δυ[σχ]ρη̣στίαν ἐνπείπτειν, συνφέ̣-
    ρον δέ ἐστι Λινδ[ίοι]ς̣ κ[α]ὶ τὰ[ς τῶ]ν θεῶν τειμὰς καὶ τὸ τοῦ [κ]οινοῦ
    πρέπον διαφυλά[σσ]εσθαι ὄ[ν]τος ἐξ ἑτοίμου ἀργυρίου εἰς τὰς
    10 παναγύρεις καὶ τ[ὰ]ς τῶν θεῶν τειμάς· Τύχᾳ Ἀγαθᾷ· δεδό-
    χθαι Λινδίοις· κυρωθέντος τοῦδε τοῦ ψαφίσματος τὸ γεγο-
    νὸς περίψαφον τ[ῶ]ν ἰεροταμιᾶν Μενεκράτευς καὶ Ἀσκλαπι-
    άδα καὶ Ἁγησάνδρου ἀπὸ τᾶς ἰεροταμείας αὐτῶν ἐκ τᾶς τ[ρι]-
    [ε]τίας καὶ εἴ τι παρειλήφαντι ἐκ τούτου καὶ εἴ τί κα παραλάβωντ[ι]
    15 [τ]οὶ ἐνεστακότες ἰεροταμίαι Διονύσιος καὶ Καλλίμαχος κα[ὶ]
    [Π]υθόδωρος, παραδόντω ἰερὸν εἰς παρακαταθήκαν τᾶς Ἀθάνα[ς]
    [τ]ᾶς Λινδίας καὶ τοῦ Διὸς τοῦ Πολιέως Καλλιστράτῳ β΄ τῷ ἰερεῖ
    [τ]ᾶς Ἀθάνας ἐν[ια]υ̣σίῳ̣· [ὁμ]οίως δὲ καὶ τοὶ ἐπιστάται τοὶ ἄρχοντε[ς]
    [τ]ὸν ἐπ’ ἰερέως Καλλ[ιστρ]άτου καὶ Ῥοδοπείθευς ἐνιαυ[τὸν]
    20 [ἑλέ]σθων ἄνδρας [ε΄]  ἐγ μὲν τῶν ἰερατευκότων τ[ᾶς]
    [Ἀ]θάνας γ΄, ἐγ δὲ τῶν̣ [ἄλλω]ν Λινδίων β΄· τοὶ δὲ αἱρεθέ[ν]-
    [τε]ς παραλαβόντ[ω παρ]ὰ τοῦ ἰερέως τᾶς Ἀθάνας
    τοῦ δαμοσίου ἐπ̣[ιστά]ν̣το[ς τ]ὰ ἀποκείμεν[α ἐν]
    [τ]ῷ νακορείῳ χάλκ[ε]α καὶ σιδά̣[ρ]εα καὶ [ἐ]πιδειξάν[τω]
    25 [τ]οῖς μαστροῖς καὶ Λινδίοι[ς ἐν τῷ] μα[στ]ρείῳ τῷ ἐ̣[ν τᾷ]
    [π]όλει ἀγομένῳ τῷ – – κα[ὶ ἀποδ]όσθω α[ὐ]τὰ παρα[κο]-
    [λ]ουθούντων πᾶσι καὶ τῶν̣ [δα]μοσίων καὶ ἀποδόμεν̣[οι]
    παραδόντω τὸ πεσὸν [ἀ]ργ̣ύ̣ριον [τ]ῷ ἰερεῖ τᾶς Ἀθάνα[ς]
    [ἰ]ερὸν ἦμειν ἐν παρακατ̣[αθ]ήκᾳ τᾶς Ἀθάνας τᾶς Λινδί[ας]
    30 καὶ τοῦ Διὸς τοῦ Πολιέω[ς]· ἐπειδὴ δὲ καὶ ἀνδριάντες
    [τ]ινές ἐντι ἐν τᾷ ἀναβ[ά]σει καὶ αὐτᾷ τᾷ ἄκρᾳ ἀνεπίγραφοι καὶ
    ἄσαμοι, συνφέρον δέ [ἐ]στι καὶ τούτους ἦμειν ἐπισάμους ἐπιγρ[α]-
    [φ]ὰν ἔχοντας ὅτι θεο(ῖ)ς ἀνάκεινται, δεδόχθαι Λινδίοις· κυ τοῦδε
    [τ]οῦ ψα τοὶ αὐτοὶ ἐπιστάται μ[ισθω]σάντω ἑκάστου ἀνδριάντος τὰν
    35 [ἐ]πιγραφάν, διαχειρο[τονησ]άντων Λινδίων, εἰ δεῖ τοῦ εὑρίσ-
    κοντος κατακυροῦ[ν ἢ μ]ή, καὶ [εἴ κ]α [δ]όξῃ τοῦ εὑρίσκοντος κα-
    [τ]ακυροῦν τὸ πεσὸν ἀργύριον, [ἀ]πὸ τού[τ]ων καταβαλόμε-
    [ν]οι λ[όγ]ον, π[ό]σου ἑ[κ]ά[σ]το[υ ἁ] ἐπιγραφ[ὰ ἀπε]δόθ[η] παραδόντω ἰερὸν
    [ἦ]μ[ειν εἰς] πα[ρ]ακα[τ]α[θ]ήκαν τᾶς Ἀ[θ]άνας τ[ᾶ]ς Λινδία̣ς καὶ τ[οῦ]
    40 [Διὸς τοῦ Πολιέ]ω̣ς̣· [τοὶ δὲ] ὠνησά[μ]ε[ν]οι τὰς ἐπιγραφὰς μὴ
    [ἐχόντων ἐξουσίαν ἀπ]ε[νε]νκεῖ[ν] ἐκ τᾶς ἄκρας ἀνδριάν[τας]
    [τρόπῳ μηδ]ενὶ μηδὲ παρευρέσει μηδεμιᾷ ἢ ἔνοχοι ἐόντ[ω]
    [ἀσεβεί]ᾳ· πο̣ιησάμενοι δὲ τὰν αἴτησιν ἐχόντων ἐξουσ[ίαν]
    [μετενεγκ]εῖν ἅ κα συνχωρήσωσι διὰ τᾶς αἰτήσιος Λίν[δ]ιοι·
  • EDITIONS

    I.Lindos 419˙ LSCG Suppl. 90˙ Migeotte, Souscriptions 41.

    FURTHER BIBLIOGRAPHY

    Blanck 1969: 101-102˙ Sherk 1990: 281-283˙ Dignas 2003: 42-44, 46-48˙ Kajava 2003: 69-80˙ Harter-Uibopuu 2012: 51-55˙ Harter-Uibopuu 2013: 53-55˙ Harter-Uibopuu 2014: 464-466˙Chankowski 2015: 122-124˙ Fernoux 2017: 91-93.

  • Vassilis Papoutsakis

    Ed.: Alexandra Bartzoka

  • Registered on
    June 2, 2023
  • Updated on
    October 18, 2023