| 5 | ἐγ- | 
| δίδομεν δὲ τὸ ἔργον ὅλον πρὸς χαλκόν, τὰς μὲν στή- | |
| λας καὶ τοὺς θριγκοὺς πρὸς λίθον ἐφ’ ὡμαλίαν ὅ,τι ἂν εὕ- | |
| ρωσιν, τοὺς δ’ ὑποβατῆρας ἐν προσέργῳ ποιήσει. τῶν | |
| δὲ πώρων ὑποτίμημα λήψεται τοῦ λίθου ἑκάστου δρα- | |
| 10 | χμὰς πέντε, ὅσους ἂν παρίσχῃ, τῶν δὲ γραμμάτων | 
| τῆς ἐγκολάψεως καὶ ἐγκαύσεως στατῆρα καὶ | |
| τριώβολον τῶν χιλίων γραμμάτων. ἐργᾶται δὲ συνε- | |
| χῶς μετὰ τὸ τὴν δόσιν λαβεῖν ἐντὸς ἡμερῶν δέκα | |
| ἐνεργῶν τεχνίταις ἱκανοῖς κατὰ τὴν τέχνην μὴ ἔ- | |
| 15 | λαττον ἢ πέντε. ἂν δέ τι μὴ πείθηται τῶν κατὰ τὴν | 
| συγγραφὴν γεγραμμένων ἢ κακοτεχνῶν τι ἐξελέγχη- | |
| ται, ζημιωθήσεται ὑπὸ τῶν ναοποιῶν καθότι ἂν φαίνη- | |
| ται ἄξιος εἶναι μὴ ποιῶν τῶν κατὰ τὴν συγγραφὴν γε- | |
| γραμμένων. καὶ ἐάν τις ἄλλος τῶν συνεργαζομένων ἐξε- | |
| 20 | λέγχηταί τι κακοτεχνῶν, ἐξελαυνέσθω ἐκ τοῦ ἔργου καὶ | 
| [μ]ηκέτι συνεργαζέσθω· ἐὰν δὲ μὴ πείθηται, ζημιωθήσε- | |
| ται καὶ οὗτος μετὰ τοῦ ἐργώνου, ἐὰν δέ που παρὰ τὸ ἔρ- | |
| γον συνφέρῃ τινὶ μέτρῳ τῶγ γεγραμμένων προσλι- | |
| πεῖν ἢ συνελεῖν, ποιήσει ὡς ἂν κελεύωμεν. μηδὲ ἀπολε- | |
| 25 | λύσθωσαν ἀπὸ τῆς ἐργωνίας οἱ ἐξ ἀρχῆς ἔγγυοι καὶ ὁ ἐρ- | 
| γώνης, ἄχρι ἂν ὁ ἐπαναπριάμενος τὰ παλίνπωλα τοὺς | |
| ἐγγύους ἀξιοχρέους [κ]αταστήσῃ· περὶ δὲ τῶν προπε- | |
| ποιημένων οἱ ἐξ ἀρχῆς [ἔ]γγυοι ἔστωσαν ἕως τῆς ἐσχά- | |
| της δοκιμασίας. μηδὲ καταβλαπτέτω μηθὲν τῶν ὑπαρ- | |
| 30 | χόντων ἔργων ἐν τῷ ἱερῷ ὁ ἐργώ[νη]ς· ἐὰν δέ τι καταβλά- | 
| ψῃ, ἀκείσθω τοῖς ἰδίοις ἀνηλώμασιν δοκίμως ἐγ χρόνῳ | |
| ὅσῳ ἂν οἱ ναοποιοὶ τάξωσιν· καὶ ἐάν τινα ὑγιῆ λίθον δια- | |
| φθείρῃ κατὰ τὴν ἐργασίαν ὁ τῆς θέσεως ἐργώνης, ἕτε- | |
| ρον ἀποκαταστήσει δόκιμον τοῖς ἰδίοις ἀνηλώμασιν οὐ- | |
| 35 | θὲν ἐπικωλύοντα τὸ ἔργον, τὸν δὲ διαφθαρέντα λίθον ἐξ- | 
| άξει ἐκ τοῦ ἱεροῦ ἐντὸς ἡμερῶν πέντε, εἰ δὲ μή, ἱερὸς ὁ λίθος | |
| ἔσται. ἐὰν δὲ μὴ ἀποκαθιστῇ ἢ μὴ ἀκῆται τὸ καταβλα- | |
| φθέν, καὶ τοῦτο ἐπεγδώσουσιν οἱ ναοποιοί, ὅτι δ’ ἂν εὕρῃ, | |
| τοῦτο αὐτὸ καὶ ἡμιόλιον ἀποτείσει ὁ ἐργώνης καὶ οἱ ἔγ- | |
| 40 | γυοι. ἐὰν δὲ κατὰ φυὰν διαφθαρῇ τις τῶν λίθων, ἀζήμιος ἔσ- | 
| τω κατὰ τοῦτον ὁ τῆς θέσεως ἐργώνης. ἐὰν δὲ πρὸς αὑ- | |
| τοὺς ἀντιλέγωσιν οἱ ἐργῶναι περί τινος τῶν γεγραμμέ- | |
| νων, διακρινοῦσιν οἱ ναοποιοὶ ὀμόσαντες ἐπὶ τῶν ἔργων, πλεί- | |
| ονες ὄντες τῶν ἡμίσεων, τὰ δὲ ἐπικριθέντα κύρια ἔστω. | |
| 45 | ἐὰν δέ τι ἐπικωλύσωσιν οἱ ναοποιοὶ τὸν ἐργώνην κατὰ | 
| τὴν παροχὴν τῶν λίθων, τὸν χρόνον ἀποδώσουσιν, ὅσον ἂν | |
| ἐπικωλύσωσιν. ἐγγύους δὲ καταστήσας ὁ ἐργώνης κατὰ | |
| τὸν νόμον λήψεται τὴν πρώτην δόσιν, ὁπόσου ἂν ἐργωνή- | |
| σῃ, πασῶν τῶν στηλῶν καὶ τῶν θριγκῶν τῶν ἐπὶ ταύτας | |
| 50 | τιθεμένων, ὑπολιπόμενος παντὸς τὸ ἐπιδέκατον· ὅταν δὲ | 
| ἀποδείξῃ πάσας εἰργασμένας καὶ ὀρθὰς πάντῃ καὶ τέλος | |
| [ἐ]χούσας κατὰ τὴν συγγραφὴν καὶ μεμολυβδοχοημένας ἀ- | |
| ρεστῶς τοῖς ναοποιοῖς καὶ τῶι ἀρχιτέκτονι, λήψεται τὴν | |
| δευτέραν δόσιν πάντων τῶν γραμμάτων τῆς ἐπιγραφῆς | |
| 55 | ἐκ τοῦ ὑποτιμήματος πρὸς τὸν ἀριθμὸν τὸν ἐκ τῶν ἀντι- | 
| γράφων ἐγλογισθέντα, ὑπολιπόμενος καὶ τούτου τὸ ἐπιδέ- | |
| κατον· καὶ συντελέσας ὅλον τὸ ἔργον, ὅταν δοκιμασθῆι, κομι- | |
| σάσθω τὸ ἐπιδέκατον τὸ ὑπολειφθὲν καὶ τῶν πώρων τὸ ὑπο- | |
| τίμημα, ὅσους ἂν θῇ, καὶ ὅσα ἂν γράμματα ἐπιγράψῃ | |
| 60 | μετὰ τὸ τὴν δόσιν λαβεῖν κομισάσθω καὶ τούτων, ὅταν καὶ τὸ ἐ- | 
| πιδέκατον λαμβάνῃ, ἐὰν μή τι εἰς τὰ ἐπιτίμια ὑπολογισθῇ αὐ- | |
| τῷ. ἐὰν δέ τι πρόσεργον δῇ γενέσθαι συμφέρον τῷ ἔργῳ, | |
| ποιήσει ἐκ τοῦ ἴσου λόγου καὶ προσκομιεῖται τὸ γινόμενον αὐτῷ, | |
| ἀποδείξας δόκιμον. | 
EDITIONS OF THE TEXT
IG VII 3073; Syll.3 972; Turner 1994α: 269-314; Hellmann, Choix architect. 13 (ll. 29-62, 89-110); Σ. Ανεζίρη in Ανθολόγιο 161-170: Ε18.
The edition of the text was based on Σ. Ανεζίρη in Ανθολόγιο 161-170: Ε18.
FURTHER BIBLIOGRAPHY
Choisy 1884: 173-211; Durm 1910: 104-107; Bundgaard 1946; Roux 1960: 175-176; Etienne – Knoepfler 1976: 340-342; Dworakowska 1978; Dworakowska 1979; Roesch, Et. béotiennes 392-396; Schachter 1984: 259-270; Thür 1984: 484, 497-499; Wittenburg 1986: 1081, 1085-1086; Heisserer 1988: 131 (SEG VIII 383); Schachter 1994: 109; Turner 1994β; Nafissi 1995β; Mulliez 1998: 821; Pitt 2014.
Πρόκειται για στήλη λευκόφαιου ασβεστόλιθου ή μαρμάρου (ύψ. 1,85 μ., πλ. 95 εκ., πάχ. 20 εκ.).
Sophia Aneziri