| ἐπὶ Φρυνίχου ἄρχοντος, ἐπὶ τῆς Λεωντίδος ἐν- | |
| άτης πρυτανείας, ἧι Χαιρέστρατος Ἀμεινίου | |
| Ἀχαρνεὺς ἐγραμμάτευεν· τῶν προέδρων ἐπεψή- | |
| φιζεν Μενέστρατος Αἰξωνεύς· Εὐκράτης Ἀρισ- | |
| 5 | τοτίμου Πειραιεὺς εἶπεν· ἀγαθῆι τύχηι τοῦ δ- |
| ήμου τοῦ Ἀθηναίων, δεδόχθαι τοῖς νομοθέται- | |
| ς· ἐάν τις ἐπαναστῆι τῶι δήμωι ἐπὶ τυραννίδι | |
| ἢ τὴν τυραννίδα συνκαταστήσηι ἢ τὸν δῆμον τ- | |
| ὸν Ἀθηναίων ἢ τὴν δημοκρατίαν τὴν Ἀθήνησιν | |
| 10 | καταλύσηι, ὃς ἂν τὸν τούτων τι ποιήσαντα ἀπο- |
| κ⟨τ⟩είνηι, ὅσιος ἔστω· μὴ ἐξεῖναι δὲ τῶν βουλευ- | |
| τῶν τῶν τῆς βουλῆς τῆς ἐξ Ἀρείου Πάγου καταλ- | |
| ελυμένου τοῦ δήμου ἢ τῆς δημοκρατίας τῆς Ἀθ- | |
| ήνησιν ἀνιέναι εἰς Ἄρείον Πάγον μηδὲ συνκα- | |
| 15 | θίζειν ἐν τῶι συνεδρίωι μηδὲ βουλεύειν μη- |
| δὲ περὶ ἑνός· ἐὰν δέ τις τοῦ δήμου ἢ τῆς δημοκρ- | |
| ατίας καταλελυμένων τῶν Ἀθήνησιν ἀνίηι τῶ- | |
| ν βουλευτῶν τῶν ἐξ Ἀρείου Πάγου εἰς Ἄρειον Π- | |
| άγον ἢ συνκαθίζηι ἐν τῶι συνεδρίωι ἢ βολεύη- | |
| 20 | ι περί τινος, ἄτιμος ἔστω καὶ αὐτὸς καὶ γένος |
| τὸ ἐξ ἐκείνου, καὶ ἡ οὐσία δημοσία ἔστω αὐτοῦ | |
| καὶ τῆς θεοῦ τὸ ἐπιδέκατον· ἀναγράψαι δὲ τόν- | |
| δε τὸν νόμον ἐν στήλαις λιθίναις δυοῖν τὸν γ- | |
| ραμματέα τῆς βουλῆς καὶ στῆσαι τὴμ μὲν ἐπὶ τ- | |
| 25 | ῆς εἰσόδου τῆς εἰς Ἄρειον Πάγον τῆς εἰς τὸ βο- |
| υλευτήριον εἰσιόντι, τὴν δὲ ἐν τῆι ἐκκλησία- | |
| ι· εἰς δὲ τὴν ἀναγραφὴν τῶν στηλῶν τὸν ταμίαν | |
| δοῦναι τοῦ δήμου : ΔΔ : δραχμὰς ἐκ τῶν κατὰ ψη- | |
| φίσματα ἀναλισκομένων τῶι δήμωι. vac. |
EDITIONS
SEG 12.87· Pouilloux, Choix 32· Schwenk, Athens Alexander 6· Agora XVI 73· Rhodes – Osborne, GHI 79· IG ΙΙ3 1, 320· Squillace 2018: 141-152 (https://mizar.unive.it/axon/public/axon/anteprima/anteprima/idSchede/178).
FURTHER BIBLIOGRAPHY
Ostwald 1955: 103-128· Mossé 1970: 71-78· Wallace 1989: 179-184· Squillace 1994: 117-141· de Bruyn 1995: 158-161· Rhodes 1995: 314· Habicht 1997: 13-14, 28· Hansen 19992: 295· Brun 2005: 189-191· Guarducci 2008: 167-170· Teegarden 2014: 85-112· Dmitriev 2015: 40-41· Harris 2016: 79· Lambert 2018: 9, 150-151, 193· Attic Inscriptions Online 33 (https://www.atticinscriptions.com/inscription/IGII31/320).
Marios Manetas
Ed.: Alexandra Bartzoka