[ἐπὶ Γλαυκί]ππο ἄ[ρ]χον[τ]ος. | |
[Λόβον ἐκ] Κεδο͂ν ἐγραμμάτευε. | |
[ἔδοχσεν τε͂ι] βολε͂ι καὶ το͂ι δέμοι· ℎιπποθοντὶ- | |
[ς ἐπρυτάνε]υε, Λόβον ἐγραμμάτευε, Φιλιστίδε- | |
5 | [ς ἐπεστάτε], Γλαύκιππος ἐ͂ρχε ∶ Ἐρ̣ασινίδες εἶπ- |
[ε· ἐπαινέσα]ι Θρασύβολον ὁς ὄντα ἄνδρα ἀγαθὸ- | |
[ν περὶ τὸν δε͂μ]ον τὸν Ἀθεναίον καὶ πρόθυμον π- | |
[οιε͂ν ℎό τι δύνα]ται ἀγαθόν· καὶ ἀντὶ ὁ͂ν εὖ πεπο- | |
[ίεκεν τέν τε πόλιν] καὶ τὸν δε͂μ̣[ο]ν τὸν Ἀθεναίο- | |
10 | [ν στεφανο͂σαι αὐτὸν χρυσο͂ι στε]φάνοι, ποιε͂σα- |
[ι δὲ τὸν στέφανον ἀπὸ χιλίον δρ]αχμο͂ν· ℎοι [δὲ ℎ]- | |
[ελλενοταμίαι δόντον τὸ ἀργύρι]ον. καὶ [ἀνειπ]- | |
[ε͂ν τὸν κέρυκα Διονυσίον ἐν το͂ι] ἀγο͂νι ℎο͂ν ℎέν- | |
[εκα αὐτὸν ℎο δε͂μος ἐστεφάνοσ]ε ⋮ Διοκλε͂ς εἶπε· | |
15 | [τὰ μὲν ἄλλα καθάπερ τε͂ι βολε͂ι]· εἶναι δὲ Θρασύ- |
[βολον Ἀθεναῖον, καὶ φυλε͂ς τε κ]αὶ φρατρίας ℎο͂- | |
[ν ἂν βόλεται γράφσασθαι αὐτό]ν· καὶ τἆλλα τὰ ἐ- | |
[φσεφισμένα το͂ι δέμοι κύρια ἐ͂]ναι Θρασυβόλο- | |
[ι· ἐ͂ναι δὲ αὐτο͂ι εὑρίσκεσθαι π]αρὰ Ἀθεναίον κ- | |
20 | [αὶ ἄλλο ℎό τι ἂν δοκε͂ι ἀγαθὸν π]ερὶ ℎο͂ν εὐεργέ- |
[τεκεν τὸν δε͂μον τὸν Ἀθεναίον]. καὶ ἀναγραφσά- | |
[το ℎο γραμματεὺς τὰ ἐφσεφισμ]ένα· ℎελέσθαι δ- | |
[ὲ ἐγ βολε͂ς πέντε ἄνδρας αὐτί]κα μάλα ℎοίτινε- | |
[ς] δι[κάσοσι Θρασυβόλοι τὸ μέ]ρος τὸ γιγνόμεν- | |
25 | ον. τὸς [δὲ ἄλλος, ℎόσοι τότε εὖ ἐ]ποίεσαν τὸν δε͂- |
μον τὸν Ἀθε[ναίον, ․ ․ ․ ․ 10 ․ ․ ․ ․ ]ιν καὶ Ἀγόρατο- | |
ν καὶ Κόμονα [καὶ ․ ․ 6 ․ ․ ․ ]ο̣[ ․ ]ο̣[ ․ ․ ․ ․ ] καὶ Σῖμον κα- | |
ὶ Φιλῖνον κα[ὶ ․․․8․․․․]α, εὐεργέ[τα]ς [ἀ]ναγράφ- | |
σαι ἐμ πόλε[ι ἐν στέλει λ]ιθίνει τὸν γραμ[μα]τέ- | |
30 | α τε͂ς βολε͂ς. [καὶ ἔγκτεσι]ν εἶναι αὐτοῖς ὁ͂μπερ |
Ἀθεναίοις, [καὶ γεπέδο]ν καὶ οἰκίας, καὶ οἴκεσ- | |
ιν Ἀθένεσι, [καὶ ἐπιμέλ]εσθαι αὐτο͂ν τὲν βολὲν | |
τὲν αἰεὶ β[ολεύοσαν κα]ὶ τὸς πρυτάνες, ℎόπος ἂ- | |
ν μὲ ἀδι[κο͂νται. τὲν δὲ σ]τέλεν ἀπομισθοσάντο- | |
35 | [ν ℎοι πολεταὶ ἐν τε͂ι βο]λε͂ι· τὸς δὲ ℎελλενοταμ- |
[ίας δο͂ναι τὸ ἀργύριον]. ἐὰν δὲ δοκε͂ι αὐτὸς καὶ | |
[ἄλλο εὑρίσκεσθαι, τὲν] βολὲν προβολεύσασαν | |
[ἐχσενεγκε͂ν ἐς τὸν δε͂μ]ον ∶ Εὔδικος εἶπε· τὰ μὲν | |
[ἄλλα καθάπερ Διοκλε͂ς· περὶ] δὲ το͂ν δοροδοκεσ- | |
40 | [άντον ἐπὶ το͂ι φσεφίσματι], ὃ ἐφσεφ[ί]σθε Ἀπολλ- |
[οδόροι, τὲν βολὲν βολεῦσ]αι ἐν τε͂ι πρότει ℎέδ- | |
[ραι ἐν το͂ι βολευτερί]οι, καὶ κολάζεν, το͂ν [δ]ορο- | |
[δοκεσάντον καταφσ]εφιζομένεν καὶ ἐς δικασ- | |
[τέριον παραδιδο͂σα]ν, καθότι ἂν δοκε͂ι αὐτε͂[ι]· τ- | |
45 | [ὸς δὲ βολευτὰς τὸς] παρόντας ἀποφαίνεν ℎά[ττ’] |
[ἂν εἰδο͂σιν, καὶ ἐάν] τις ἄλλο εἰδε͂ι περὶ τ[ού]- | |
[τον· ἐχσε͂ναι δὲ καὶ] ἰδιότει, ἐάν τις βόλετα[ι v] | |
vacat |
EDITIONS OF THE TEXT
Tod, GHI 86˙ Meiggs – Lewis, GHI 85˙ Osborne, Naturalization I: D2˙ IG I3 102˙ Π. Γρηγοριάδου στο Λαγογιάννη-Γεωργακαράκου – Μπουραζέλης 2007: 102-105.
FURTHER BIBLIOGRAPHY
Hansen 1976: αρ. 4-5˙ Henry 1983: passim˙ Veligianni-Terzi 1997: A29.