[— — — — — — — — — καὶ ἀνανεωσαμένου] τοῦ δήμ[ο]- | |
[υ τὴ]ν θυσίαν καὶ τ[ὰ ἀγωνίσματα τῶν Πα]ναθηναίω- | |
ν τό τε στάδιον κατ[εσκεύασεν ἐπαξί]ως καὶ ἀνατ- | |
ίθησιν τῆι Ἀθηνᾶι τῆι [Νίκηι στήλ]ας ἐχούσας ὑπ- | |
5 | ομνήματα τῶν [τῶι βασιλεῖ] πεπραγμένων πρὸς το- |
ὺς βαρβάρους ὑπὲρ τῆς τῶν Ἐλλήνων σωτηρίας. vv | |
ὅπως ἂν οὖν ἡ βουλὴ καὶ ὁ δῆμος φαίνηται διαφυλ- | |
άττων [τοῖς εὐεργέταις] τὰς χάριτας, v ἀγαθῆι τύ- | |
χηι δεδόχθαι τῆι βουλῆι, v ἐπαινέσαι μὲν Ἡράκλ- | |
10 | ειτον Ἀσκληπιάδου Ἀθμονέα καὶ στεφανῶσαι χρ- |
υσῶι στεφάνωι εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς θ- | |
εοὺς καὶ εὐνοίας καὶ φιλοτιμίας ἧς ἔχων διατε- | |
[λεῖ περί] τε [τὸν βασιλέα Ἀντίγονον καὶ] τὴμ βουλ- | |
[ὴν καὶ τὸν] δῆμον τὸν Ἀθηναίων· v καὶ ἀναγορεῦσα- | |
15 | [ι τοῦτον τὸν στέ]φανον ἐν τῶι γυμνικῶι ἀγῶνι [τὸ]- |
[ν ἀγωνοθέτην? κατὰ τὸ]ν νόμον· v ἐπιμεληθῆναι δὲ | |
[τῆς ποήσεως τοῦ στεφάνου τὸν ἐπὶ] τῆς διοικήσε- | |
[ως· ὅπως ἂν οὖν αὐτῶι ὑπόμνημα ὑπάρ]χηι τῆς φιλο- | |
[τιμίας, τὸν γραμματέα τὸν κατὰ πρυταν]είαν ἀνα- | |
20 | [γράψαι τόδε τὸ ψήφισμα ἐν στήληι· v εἰς δὲ τ]ὴν στ- |
[ήλην μερίσαι τὸν ἐπὶ τῆι διοικήσει τὸ γενόμε]ν- | |
[ον ἀνάλωμα]. |
EDITIONS OF THE TEXT
IG II2 677˙ Syll.3 401˙ Chaniotis 1984: E 8˙ Burstein 1985: 60˙ Κ. Μπουραζέλης στο Λαγογιάννη-Γεωργακαράκου – Μπουραζέλης 2007: 126-127˙ IG II3 1, 1034.
FURTHER BIBLIOGRAPHY
——
Kostas Buraselis