Μεθοναίον ἐκ Πιερ[ίας]· | |
[Φ]αίνιππος Φρυνίχο ἐγραμμάτ[ευε]· | |
[ἔδ]οχσεν τε͂ι βολε͂ι καὶ το͂ι δέμοι· Ἐρεχθεὶς ἐπρ[υτάν]- | |
[ευε], Σκόπας ἐγραμμάτευε, Τιμονίδες ἐπεστάτε, Δ̣[ιοπ]- | |
5 | [εί]θες εἶπε· δι[α]χειροτονε͂σαι τὸν δε͂μον αὐτίκ[α πρὸ]- |
[ς Μ]εθοναίος εἴτε φόρον δοκε͂ι τάττεν τὸν δε͂μο[ν αὐτ]- | |
[ίκ]α μάλα ἒ ἐχ[σ]αρκε͂ν αὐτοῖς τελε͂ν ℎόσον τε͂ι θε[ο͂ι ἀπ]- | |
[ὸ τ]ο͂ φόρο ἐγίγν̣ετο ℎὸν τοῖς προτέροις Παν[αθ]ε[ναίο]- | |
[ις] ἐτετάχατο φέρεν, το͂ δε͂ ἄλλο ἀτελε͂ς ἐ͂να[ι· το͂ν δὲ ὀφ]- | |
10 | [ει]λεμάτον ℎὰ γεγράφαται το͂ι δεμοσίοι τ[ο͂ν ἀπειτε]- |
[μέ]ν̣ομ Μεθοναῖοι ὀφείλοντες, ἐὰν ὀ͂σι ἐπιτ[έδειοι Ἀ]- | |
[θε]ναίοις ὅσπερ τε νῦν καὶ ἔτι ἀμείνος, ἐπι[χορε͂ν ἀπ]- | |
[ότ]αχσιν περὶ τε͂ς πράχσεος Ἀθεναίος, καὶ ἐὰν̣ [κοινὸ]- | |
[ν] φσέφισμά τι περὶ το͂ν ὀφειλεμάτον το͂ν ἐν τε͂[ισι σα]- | |
15 | [νί]σι γίγνεται μεδὲν προσℎεκέτο Μεθοναίο[ις ἐὰμ μ]- |
[ὲ χ]ορὶς γίγνεται φσέφισμα περὶ Μεθοναίον· π[ρέσβε]- | |
[ς δ]ὲ τρε͂ς πέμφσαι ℎυπὲρ πεντέκοντα ἔτε γεγον[ότας] | |
[ℎο]ς Περδίκκα[ν], εἰπε͂ν δὲ Περδίκκαι ℎότι δοκε[ῖ δίκα]- | |
[ιο]ν ἐ͂ναι ἐᾶν Μεθοναίος τε͂ι θαλάττει χρε͂σθα[ι μεδὲ] | |
20 | [ἐχσ]ε͂ναι ℎορίσασθαι, καὶ ἐᾶν εἰσεμπορεύεσθ[αι καθ]- |
[άπε]ρ τέος ἐ[ς] τὲ̣ν χόραν καὶ μέτε ἀδικε͂ν μ[έ]τε [ἀ]δ[ικε͂σ]- | |
[θαι] μεδὲ στρα[τ]ιὰν διὰ τε͂ς χόρας τε͂ς Μεθ[ο]ναίον [διά]- | |
[γεν ἀ]κόντομ [Με]θοναίον, καὶ ἐὰμ μὲν ὁμολ[ο]γο͂σιν [ℎεκ]- | |
[άτερ]οι χσυ[μβι]βασάντον ℎοι πρέσβες, ἐὰν δὲ μέ, [πρεσ]- | |
25 | [βεί]αν ἑκάτ[ερ]ο[ι] πεμπόντον ἐς Διονύσια, τέλος [ἔχον]- |
[τας] περὶ ℎο͂[ν] ἂν διαφ<έ>ρονται, πρὸς τὲν βολὲν κα[ὶ τὸν] | |
[δε͂μ]ον· ε[ἰ]π̣ε͂ν δὲ [Π]ερδίκκαι ℎότι ἐὰν ℎοι στρατι[ο͂ται] | |
[ℎοι] ἐμ Ποτειδ[ά]αι ἐπαινο͂σι γνόμας ἀγαθὰς ℎέ[χσοσι] | |
[περὶ] αὐτο͂ Ἀθε[ν]αῖοι. ἐχειροτόνεσεν ℎο δε͂μος [Μεθον]- | |
30 | [αίο]ς τελε͂ν ℎ[όσο]ν τε͂ι θεο͂ι ἀπὸ το͂ φόρο ἐγίγνε[το ℎὸν] |
[τοῖ]ς προτέρο[ις] Παναθεναίοις ἐτετάχατο φ[έρεν, το͂] | |
[δὲ ἄ]λλο ἀτε[λε͂ς ἐ͂]ναι. v ἔδοχσεν τε͂ι βολε͂ι καὶ [το͂ι δέμ]- | |
[οι· ℎ]ιπποθο[ντὶς ἐ]πρυτάνευε, Μεγακλείδες [ἐγραμμά]- | |
[τευ]ε, Νι[κ]ο[․․5․․ ἐ]πεστάτε, Κλεόνυμος εἶπε· Μ[εθοναί]- | |
35 | [οις] εἶν[αι ἐχ]σα[γο]γὲν ἐγ Βυζαντίο σίτο μέχ[ρι ․․․․α]- |
[κισχ]ιλίον μεδίμνον το͂ ἐνιαυτο͂ ἑκάστο, ℎοι [δὲ ἑλλε]- | |
[σπ]οντοφύλακες μέτε αὐτοὶ κολυόντον ἐχσάγεν μ[έτ]- | |
[ε ἄλ]λον ἐόντον κολύεν, ἒ εὐθυνέσθον μυρίαισι δρ[αχ]- | |
[με͂ισ]ιν ἕκαστος· γραφσαμένος δὲ πρὸς τὸς ἑλλεσπ[ον]- | |
40 | [το]φύλακας ἐχσάγε[ν] μέχρι το͂ τεταγμένο· ἀζέμιος [δὲ] |
[ἔσ]το καὶ ἑ ναῦς ἑ ἐχσάγοσα· ℎοι τι δ’ ἂν κοινὸν φσήφ[ισμ]- | |
[α π]ερὶ το͂ν χσυμμάχο[ν] φσεφίζονται Ἀθεναῖοι πε[ρὶ β]- | |
[οε]θείας ἒ ἄ[λ]λο τι προ[σ]τάττο[ν]τες τε͂σι πόλεσι ἒ [περ]- | |
[ὶ σ]φο͂ν [ἒ] περὶ το͂ν πόλεον, ℎό τι ἂν ὀνομαστὶ περὶ τ[ε͂ς π]- | |
45 | [όλε]ος τε͂[ς] Μεθοναίον φσεφίζονται τοῦτο προσέ[κεν] |
[αὐτοῖ]ς, τ[ὰ] δὲ ἄλλα μέ, ἀλλὰ φυλάττοντες τὲν σφετ[έρα]- | |
[ν αὐτο͂ν ἐ]ν το͂ι τεταγμένοι ὄντον· ℎὰ δὲ ℎυπὸ Περδ[ίκκ]- | |
[ο ἀδικε͂σ]θαί φασι βουλεύσασθαι Ἀθεναίος ℎοι τι ἂ[ν δο]- | |
[κ]ε͂ι [ἀγαθ]ὸν εἶναι περὶ Μεθοναίον ἐπειδὰν ἀπαν[τέσ]- | |
50 | [ο]σ̣ι ἐ[ς τὸ]ν δε͂μον ℎοι πρέσβες [ℎ]οι παρὰ Περδίκκο [οἵ τ]- |
ε μετ[ὰ Πλ]ειστίο οἰ[χ]όμενοι καὶ ℎοι μετὰ Λεογό[ρο· τε͂]- | |
[σ]ι δὲ [ἄλλ]εσι πόλε[σι χ]ρηματίσαι ἐπειδὰν ἐσέλ[θει ἑ] | |
[π]ρυ[ταν]εία ἑ δευτ[έρα] μετὰ τὰς ἐν το͂ι νεορίοι ἕ[δρας] | |
[ε]ὐ̣θ[ὺς] ἐκκλεσίαν [πο]έσαντες· συν[ε]χο͂ς δὲ ποε͂ν τ[ὰς ἐκ]- | |
55 | [ε]ῖ ἕ[δαα]ς ἕος ἂν δι[απρ]αχθε͂ι, ἄλλο δὲ προχρεμα[τίσαι] |
[το]ύ̣[το]ν μεδὲν ἐὰμ μέ τι οἱ στρατε[γ]οὶ δέοντα[ι. v ἔδοχ]- | |
[σεν τε͂ι] βολε͂ι καὶ το͂ι δέμοι· Κεκροπὶς ἐπρυ[τάνευε, ․] | |
[․․6․․․]ες ἐγραμμάτε[υ]ε, ℎ[ι]εροκλείδες ἐ[πεστάτε, ․․] | |
[․․6․․․] εἶπε· ἐπειδὲ ἔ[ταχσαν ℎοι τάκται τε͂σι πόλεσ]- | |
60 | [ι ℎοπόσα]ι̣ Ἀ̣θ̣εναί[οις φόρον φέροσι ․ ․ ․ ․ ․ 13 ․ ․ ․ ․ ․ ․ ] |
lacuna | |
[ἔδοχσεν τε͂ι βολε͂ι καὶ το͂ι δέμοι· Ἀκαμαντὶς ἐπρυτά]- | |
[νευε, Φαίνιππος ἐγραμμάτευε, ․ ․ ․ ․ ․ ․ ․ 17 ․ ․ ․ ․ ․ ․ ․ ․ ] |
EDITIONS OF THE TEXT
IG I3 61; Meiggs – Lewis, GHI 65; Α. Ραμού-Χαψιάδη in Λαγογιάννη-Γεωργακαράκου – Μπουραζέλης 2007: 63-66; Attic Inscriptions Online 302 (https://www.atticinscriptions.com/inscription/IGI3/61).
The edition of the text was based on Α. Ραμού-Χαψιάδη in Λαγογιάννη-Γεωργακαράκου – Μπουραζέλης 2007: 63-66.
FURTHER BIBLIOGRAPHY
——
Anna Ramou-Chapsiadi