| Ἀγαθῆι τύχῃ τῆς βουλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων· ἐπὶ Λυ- | |
| σάνδρου τοῦ Ἀπολήξιδος ἄρχοντος, ἐπὶ τῆς Πανδιονίδος | |
| δωδεκάτης πρυτανείας, ᾗ Γάϊος Γαΐου Ἁλαιεὺς ἐγραμμά- | |
| τευεν· Σκιροφοριῶνος ὀγδόηι μετ’ ἰκάδας, τρίτηι καὶ εἰκοστῇ | |
| 5 | τῆς πρυτανείας· βουλὴ ἐν βουλευτηρίωι· τῶν προέδρων |
| ἐπεψήφιζεν Θεάνγελος Θεανγέλου Αἰθαλίδης καὶ συν- | |
| πρόεδροι· ἔδοξεν τῇ βουλῇ· Μενίσκος Φιλοκλέους Κολωι- | |
| νῆθεν εἶπεν· v ἐπειδὴ πρόσοδον ποιησάμενος πρὸς τὴν | |
| βουλὴν ὁ εἰληχὼς ἱερεὺς Ἀσκληπιοῦ καὶ Ὑγιείας εἰς τὸν με- | |
| 10 | τὰ Λύσανδρον ἄρχοντα ἐνιαυτὸν Διοκλῆς Διοκλέους Κηφι- |
| σιεὺς νεώτερος ἐνφανίζει τὰ θυρώματα διεφθάρθαι τῆς πρό- | |
| τερον οὔσης εἰς τὸ ἱερὸν εἰσόδου, ὁμοίως δὲ καὶ τὴ̣ν ὀπίσω | |
| τοῦ προπύλου στέγην, ἔτι δὲ καὶ τὸν ναὸν τοῦ ἀρχαίου〚ου〛 ἀφι- | |
| δρύματος τοῦ τε Ἀσκληπιοῦ καὶ τῆς Ὑγιείας καὶ διὰ τοῦτο παρα- | |
| 15 | καλεῖ τὴν βουλὴν ἐπιχωρῆσαι ἑατῶι κατασκευάσαντι ἐκ τῶν |
| ἰδίων θυρῶσαι τὸ ἀρχαῖον πρόπυλον, στεγάσαι δὲ καὶ τοῦ | |
| προπύλου τὸ ὀπίσωι μέρος καὶ τὸν ναὸν τὸν ἀπέναντι τῆ[ς] | |
| εἰσόδου χάριν τοῦ τὴν ἀρχαίαν ἀποδοθῆναι τῶι ἱερῷ τάξιν· vv ἀγαθῇ | |
| τύχῃ δεδόχθαι τῇ βουλῆι ἐπικεχωρῆσθαι Διοκλῆι Διοκλέους Κηφι- | |
| 20 | σιεῖ νεωτέρωι ποιήσασθαι τὴν ἀνάθεσιν τῶν θυρωμάτων |
| καὶ στεγάσαι τοῦ προπύλου τὸ ὀπίσωι μέρος, κατασκευάσα[ι] | |
| δὲ καὶ τὸν ἀρχαῖον (ναὸν) καθάπερ παρακαλεῖ καὶ ποιήσασθαι τὴν ἐπ[ι]- | |
| γραφὴν ἐπὶ μὲν τῶν θυρῶν καὶ τῆς στέγης τήνδε· vv Διοκλῆ[ς] | |
| Διοκλέους Κηφισιεὺς νεώτερος ἱερεὺς γενόμενος ἐν τῶι ἐ- | |
| 25 | πὶ Λυσιάδου ἄρχοντος ἐνιαυτῶι τὰ θυρώματα καὶ τὴν ὀπίσωι |
| τοῦ προπύλου στέγην Ἀσκληπιῶι καὶ Ὑγιείᾳ καὶ τῶι δήμωι | |
| ἀνέθηκεν· ἐπὶ δὲ τοῦ ναοῦ ὁμοίως· Διοκλῆς Διοκλέους Κη- | |
| φισιεὺς νεώιτερος ἱερεὺς γενόμενος ἐν τῶι ἐπὶ Λυσιάδου | |
| ἄρχοντος ἐνιαυτῶι τὸν ναὸν κατασκευάσας ἐκ τῶν ἰδί- | |
| 30 | ων Ἀσκληπιῶι καὶ Ὑγιείᾳ καὶ τῶι (δήμωι) ἀνέθηκεν· ἵνα τούτων συν- |
| τελουμένων εὐσεβῶς μὲ̣ν̣ ἡ βουλὴι τὰ πρὸς τὸ θεῖον ἔχη[ι], | |
| γίνωνται δὲ καί ἕτεροι ζηλωιταὶ τῶν ὁμοίων. |
EDITIONS OF THE TEXT
IG II2 1046˙ Syll.3 756˙ Κ. Μπουραζέλης στο Λαγογιάννη-Γεωργακαράκου – Μπουραζέλης 2007: 128-130.
FURTHER BIBLIOGRAPHY
——
Kostas Bouraselis