(1st column)
Παγκράτει ἀρχισωματοφύλακι καὶ πρὸς τῆι συντάξει | |
παρʼ Ἀντιμάχου τοῦ Ἀριστομήδου Μακεδόνος [τῶ]ν Ἀπολλωνίου | |
τῆς γ ἱπ(παρχίας) (ἑκατονταρούρου) καὶ παρʼ Ἡρακλείδου Ἀρίστωνος | |
Θραικός, | |
τῆς αὐτῆς ἱππαρχίας, ὀρφανοῦ, μετὰ προστάτιδος | |
5 | τῆς οὔσης αὐτοῦ ἀπὸ συγγραφῆς συνοικισίου τῆς αὐ- |
τοῦ μητρὸς Θαίδος τῆς Ἀπολλωνίου. ἐπαπορούντ̣ω̣ν̣ | |
τῶν παρὰ τοῦ προγεγραμμένου ὀρφανοῦ καὶ τῆς μ̣η̣τ̣ρ̣[ὸς ἐπὶ] | |
τοῖς ὁρίοις οὗ ἔτι πρότερον τυγχάνει παραδεδειχὼς | |
ὁ προγεγραμμένος Ἀντίμαχος κλήρου (ἀρουρῶν) μ περί τε | |
10 | Κερκεσοῦχα καὶ Ἄρεως κώμην τῆς Πολ̣[έ]μ̣ονος |
μερίδος, ἀνθʼ οὗ ἠλλάξατο πρὸς αὐτὸν ὁ τοῦ Ἡρακλείδου | |
πατὴρ Ἀρίστων περὶ Βούβαστον τῆς Ἡρακλείδ̣ο̣υ̣ | |
μερίδος, ἀξιοῦμεν συντάξαι γράψαι Νικο̣λ̣ά̣ωι | |
ἐπιστάτει τῆς ε ἱππαρχίας τῶν Αρ ̣ ̣ς | |
15 | ποιήσασθαι τὴν παράδειξιν τοῦ διασεσαφημένου |
κ̣[λ]ήρου τῶν μ (ἀρουρῶν) ἀκολούθως τῆι ἐ̣γ̣δ̣ο̣θ̣ε̣ί̣σ̣η̣ι̣ | |
Ἀντιμάχωι σχηματογραφίαι ἧς τὸ ἀντ̣ί̣γ̣ρ̣α̣φ̣ο̣ν̣ | |
ὑ̣π̣ο̣τέτακται. τούτου δὲ γενομένου [τευξό-] | |
μ̣ε̣θ̣α τῆς παρὰ σοῦ φιλανθρωπίας. | |
20 | εὐ̣τ̣ύ̣χ̣ε̣ι̣ |
EDITIONS OF THE TEXT
P.Mil.Congr. XVII pp. 5-6· SΒ XVI 12720· M. Stefanou in Ανθολόγιο 287-293 Π7.
FURTHER BIBLIOGRAPHY
Geraci 1981· Montevecchi 1981· Criscuolo 1981· Richter 1991· Papathomas 1996: 180, 185· Rowlandson 1998: 167-168 no 125· Bagnall – Derow 2004: 205 no 123· Armoni 2012: 189-192.
Mary Stefanou