Ἱέρακι τῷ καὶ Νεμεσίωνι στρα(τηγῷ) Ἀρσι(νοίτου) Ἡρακ(λείδου) μερίδος | |
παρὰ Γεμέλλου τοῦ καὶ Ὡρίωνος Γαίου Ἀπολιναρίου Ἀντινοέως. ἐνέτυχον, κύριε, | |
διὰ βιβλιδίου τῷ λαμπροτάτῳ ἡγεμόνι Αἰμιλίῳ Σατουρνείννῳ δηλῶν τὴν γενο- | |
μένην μοι ἐπέλευσιν ὑπὸ Σώτου τινὸς καταφρονήσαντος τῆς περὶ τὴν ὄψιν μου ἀσ- | |
5 | θενείας βουλομένου αὐτοῦ τὰ ὑπάρχοντά μου κατασχεῖν βίᾳ καὶ αὐθαδίᾳ χρώμενος |
καὶ ἔσχον ἱερὰν ὑπογραφὴν ἐντυ̣χεῖν τῷ κρατίστῳ ἐπιστρατήγῳ· τοῦ δὲ Σώ〈του〉 τελευ- | |
τήσαντος, ὁ τούτου ἀδελφὸς Ἰούλιος καὶ αὐτὸς τὴν περὶ αὐτου〈ς〉 βίᾳ χρησάμενος ἐπῆλ- | |
θεν τοῖς ἐσπαρμένοις ὑπʼ ἐμοῦ ἐδάφεσει καὶ ἐβάστασε οὐκ ὀλίγον χόρτον οὐ μό- | |
νον ἀλλὰ καὶ ἐξέκοψε ἀπὸ τοῦ ὑπάρχοντός μου ἐ[λ]αιῶνος ὄντος περὶ κώμην Κερκε- | |
10 | σοῦχα ἐλάεινα φυτὰ ἀπεξηραμμένα καὶ ἐρίκινα, ἅπερ παραγενάμενος ἐνθάδε |
πρὸς τὸν καιρὸν τῆς συνκομιδῆς ἔμαθον ταῦτα ὑπὸ αὐτοῦ πεπρᾶχθαι, ἐφʼ οἷς | |
μὴ ἀρκεσθεὶς πάλειν ἐπῆλθεν μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ Ζηνᾶ τινος{ς} ἔχον- | |
τες βρέφος βουλόμενοι τὸν γεωργόν μου φθώνῳ περικλῖσαι ὥστε κατα- | |
λεῖψε τὴν ἰδ[ί]αν γεωργίαν μετὰ τὸ θερίσαι ἐκ μέρους ἀπὸ ἑτέρου μου κλήρου, | |
15 | καὶ αὐτοὶ σ{σ}υνεκομίσαντο. τούτων γενομένων ἐγενόμην πρὸς τὸν |
Ἰούλιον μετὰ [δ]ημοσίων ὅπως αὐτὰ ταῦτα ἐνμάρτυρον γένηται. πάλιν | |
τῷ αὐτῷ τρόπῳ προσ{σ}[έ]ριψάν μοι [τὸ] αὐτὸ βρέφος βουλόμενοι καὶ με φθόνῳ | |
περικλῖσαι πα[ρό]ντων Πετεσούχου καὶ Πτολλᾶ πρεσβυτέρων κώμης Καρα- | |
νίδος διαδεχο[μ]ένων καὶ τὰ κατὰ τὴν κομμωγραμματείαν καὶ Σωκρᾶ | |
20 | ὑπηρέτου, καὶ τῶν δημοσίων παρόντων τὸ βρέφος ὁ Ἰούλιος συνκομι- |
σάμενος τὰ περιγενόμενα ἐκ τῶν ἐδαφῶν γένη ἀπηνέγκατο εἰς τὴν | |
οἰκίαν αὐτοῦ, ἅπερ φανερὰ ἐποίησα διά τε τῶν αὐτῶν δημοσίων καὶ πρα- | |
κτόρων σιτικῶν τῆς αὐτῆς κώμης. διὸ κατὰ τὸ ἀναγκαῖον ἐπιδίδωμι | |
καὶ ἀξιῶ τάδε τὰ βιβλίδια ἐν καταχωρισμῷ γενέσθο πρὸς τὸ μένειν μοι | |
25 | τὸν λόγον πρὸς αὐτοὺς ἐπὶ τοῦ κρατίστου ἐπιστρατήγου περὶ τῶν ὑπ⟦ο⟧’ αὐ- |
τῶν τετολμημένων καὶ τῶν ὑπὲρ τῶν ἐδαφῶν δημοσίων ἐκφορίων | |
τῷ κυριακῷ λόγῳ διὰ τὸ αὐτοὺς οὐ δεόντως συνκεκομικέναι. | |
(2nd hand) | |
Γέμελλος ὁ καὶ Ὡρίων ὡς (ἐτῶν) κϛ ἀσθενὴς τὰς ὄψεις. | |
(3rd hand) | |
(ἔτους) ε Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Παχὼν κζ. |
EDITIONS OF THE TEXT
P.Mich. VI 423-424.
FURTHER BIBLIOGRAPHY
Frankfurter 2006· Bryen – Wypustek 2009· Daniel 2016· Draycott 2015· Mascellari 2021: 372-393.
E. Margaroni