Κυίντῳ Αἰμιλλίῳ Σατουρνείνῳ | |
ἐπάρχῳ Αἰγύπτου | |
παρὰ Γεμέλλου τοῦ καὶ Ὡρίωνος | |
Γαίου Ἀπολιναρίου Ἀντινοέως | |
5 | καὶ ὡς χρηματίζει γεουχοῦντ(ος) |
ἐν Καρανίδι τοῦ Ἀρσινοείτου | |
νομοῦ τῆς Ἡρακλείδου μερίδ(ος). | |
πρὸ πολλοῦ, κύριε, ὁ ἡμέτερος | |
πατὴρ ἐτελεύτησεν ἐπʼ ἐ- | |
10 | μοὶ καὶ ἀδελφῇ μου κληρονό- |
μοις καὶ ἀντιλήμμεθα | |
τῶν ὑπαρχόντων μη- | |
δενὸς ἐπελθόντος. ὁμοίως | |
δὲ συνέβη καὶ τὸν θεῖόν μου | |
15 | Γάιον Ἰούλιον Λογγεῖνον |
τελευτῆσαι πρὸ ὀκταετίας | |
καὶ τούτου τὰ ὑπάρχοντα | |
ἐπεκράτησα καὶ συν‹ε›κομισα- | |
μην τὴν πρόσοδον μηδενὸ(ς) | |
20 | κωλύσαντος. νυνεὶ δὲ |
Ἰούλιος καὶ Σώτας ἀμφότεροι | |
Εὐδᾶτος οὐ δεόντως βιαίω(ς) | |
καὶ αὐθάδως ἐπεληλύθασι | |
ἐδάφεσί μου μετὰ τὸ τὴν | |
25 | κατασπορὰν ποιήσασθαί |
με καὶ ἐκώλυσάν με | |
ἐν τούτοις δυνάμι τῇ | |
περὶ αὐτοὺς ἐπὶ τῶν τό- | |
πων, καταφρονούντων | |
30 | τὴ〈ν〉 περὶ τὴν ὄψιν μου |
ἀσθένιαν· ὅθεν ἐπὶ σὲ | |
τὸν σωτῆρα κατέφυγον, | |
ἀξιῶν ἐάν σου τῇ τύχῃ | |
δόξῃ ἀκοῦσαί μου πρὸς | |
35 | αὐτοὺς ὅπως δυνηθῶ |
τῶν ἰδίων ἀντιλμαβάνεσθ(αι) | |
καὶ ὦ ὑπὸ σοῦ τοῦ κυρίου εὐεργ(ετημένος). | |
διευτύχ(ει). | |
(2nd hand) | |
⟦Γέμελλος⟧ ⟦ὁ⟧ ⟦καὶ⟧ ⟦Ὡριωνο̣ς̣⟧ ⟦ἐ̣π̣ι̣δ̣έ̣δωκα⟧ ⟦.⟧ | |
40 | ⟦Σαβε̣ῖ̣ν̣ο̣ς̣⟧ ⟦ἔ̣γ̣ρ̣α̣ψ̣α̣⟧ ⟦ὑ̣π̣(ὲρ)⟧ ⟦α̣ὐ̣τ̣(ου)⟧ ⟦[.]⟧ |
EDITIONS OF THE TEXT
P.Mich. VI 422· Duplikat: SB XXII 15774.
FURTHER BIBLIOGRAPHY
Reinmuth 1967· Bastianini 1975· Sijpesteijn 1995: 206-208.
Pagona-Emmanouela Margaroni