Manumission of a slave in Delphi by a fictive sale to Apollo

No: Ε39

Reference to the file:

  • No
    Ε39
  • Title
    Manumission of a slave in Delphi by a fictive sale to Apollo
  • 1 ἄρχοντος Θεοξένο[υ] τοῦ Φιλαιτώλου, μη[ν]ὸς δ[ὲ]
    Δαιδαφορίου, βουλευόντων Ἐ[πι]νίκου [τοῦ Νικο]-
    στράτου, Σατύρου τοῦ Ζωΐλ[ο]υ· χεὶρ Θεοφίλου το[ῦ Εὐαμέ]-
    ρου ὑπὲρ Νικόμαχον Εὐδίκου παρόντα καὶ κελεύ[ον]-
    5 τα γράψαι ὑπὲρ αὐτόν· ἀπέδοτο Νικόμαχος καὶ Νεικ[ὼ]
    τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ σώματα, οἷς ὀνόματα
    [Ζ]ωπύρα καὶ τὰ ἐξ αὐτῆς Παράμον<ον> καὶ Κλέωνα καὶ Ζώπυρον,
    [τε]ιμᾶς ἀργυρίου ἕκαστον αὐτῶν μ[νᾶ]ν τ[εσσά]ρων σ[υ]νευα-
    [ρεσ]τέοντος αὐτοῖς κα<ὶ> τοῦ υἱοῦ αὐτῶν Διονυσίου· καὶ τὰν τε[ι]-
    10 [μὰν] ἀπέχομεν πᾶσαν. βεβαιωτὴρ κατασταθεὶς ὑπ’ [αὐτῶν]
    κατὰ τοὺς νόμους τᾶς πόλιος Λυ<σ>ίμαχος Νικ<ά>νορος, κα[θ]ὼς ἐπίστευσα<ν> τῷ θεῷ τὰν ὠνὰν Ζωπύρα καὶ Παράμο-
    νος καὶ Κλέων καὶ Ζώπ<υ>ρος, ἐφ’ ᾧτε ἐλεύθεροι εἶμεν καὶ ἀνέπαφοι ἀπὸ πάντω<ν> τὸν πάντα βίον.
    παραμεινάτωσαν δὲ Παράμονος καὶ Κλέων καὶ Ζώπυρος Διονυσίῳ τὸν τᾶς ζωᾶς αὐτοῦ χρόνον
    ποιοῦντες τὸ ἐπιτασσόμενον πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ ποιέοι[σ]αν, ἐξουσίαν ἐχέτω Διονύσιος ἐπι-
    15 τειμέων τρόπῳ ᾧ κα θέλῃ, πλὰν μὴ πολέων. εἰ δέ τι πάθοι Διονύσιος τῶν κατ’ ἄνθρωπον ἀπο-
    λιπὼν τέκνα γνήσια, δότωσαν οἱ ἐν τῇ παραμονῇ ἕκαστος δηνάρια ἑξήκοντα. Ζωπύρα δὲ ἐξουσίαν
    ἐχέτω ποιεῖν ἅ κα θέλῃ, μηδενὶ μηδὲν προσήκουσα. εἰ δέ τις ἐφάπτοιτο τῶν προγεγραμμένων σωμ[ά]-
    των ἐπὶ κ<α>τα<δ>ουλισμῷ, βεβαίην παρεχόντω <τῷ> θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιω-
    τὴρ καὶ οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων καὶ ἀφαι-
    20 ρείμενος ἐν ἐλευθερίαν, ἀζάμιος ὢν καὶ [ἀ]νυπόδικος πάσας δίκας καὶ ζαμίας. ἐθέμεθα
    δὲ τὰς ὠνὰς διὰ τοῦ γραμματέως τῆς πόλεως Μελισσίωνος τοῦ Λαιάδα —— εἰς τὰ δημό-
    σια τῆς πόλεως γράμματα, τὰν δὲ ἑτέραν ἐνχαράξας ἐν τῷ θεάτρῳ. χεὶρ Λυσιμάχου τοῦ Νικά-
    νορος. γέγονα βεβαιωτὴρ ἐπὶ τὰν προγεγραμ<μ>έναν ὠνὰν κατασταθεὶς ὑπὸ Νικο-
    μάχου τοῦ Εὐδίκου. χεὶρ Διονυσίου. συνευαρεστῶ τῇ Παρ<αμ>όνο<υ κ>α<ὶ> τῶν προγεγραμ<μ>ένων ὠ-
    25 νᾶν. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνο[ς] Διονύσιος Ἀστοξένου, Δάμων Πολεμάρχου· καὶ
    ἰδιῶται Ἀρχίας Ἀντιγένους, Νικάνωρ Λυσιμάχου, Εὔανδρος Μεγάρτα.
  • EDITIONS OF THE TEXT

    Colin 1898: 100-102 no 94bis; F.Delphes III 6, 6; Mulliez 1986: 454-456; Σ. Ανεζίρη in Ανθολόγιο 172-179: Ε19.

    The edition of the text was based on Σ. Ανεζίρη in Ανθολόγιο 172-179: Ε19.

    FURTHER BIBLIOGRAPHY

    Mulliez 2006: 163.

  • Το κείμενο βρίσκεται επί του πολυγωνικού τοίχου των Δελφών κάτω από την επιγραφή F.Delphes III 6, 4 και δεξιά της επιγραφής F.Delphes III 6, 5

    Το συνολικό ύψος είναι 36,5 εκ.

  • Sophia Aneziri

  • Registered on
    June 5, 2023
  • Updated on
    March 22, 2024