Ζηνόδωρος Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, καλῶς ἂν ἔχοι· ὑγιαίνομεν δὲ καὶ | |
αὐτοί. γίνωσκε Διονύσιον τὸν ἀδελφὸν νενικηκότα τὸν ἐν Ἱερᾶι νήσωι | |
ἀγῶνα τῶν Πτολεμαιέ{ι}ων, γέγρ̣αφα οὖν σοι ἵνα εἰδῆις. κεκομίσμεθα δὲ | |
καὶ τὸ ἱμάτιον ὃ ἀπέσταλκας, εὐχαριστήσεις δέ μοι ἀποστείλας καὶ τὸ ἕτερον ἤδη· | |
5 | ἔστω δὲ τούτου παχύτερον `καὶ τῆι ἐρ< έ >αι μαλακόν,΄ ὅπως ἔχη̣ι |
Διονύσιος <ὁ><ὁ> ἀδελφὸς εἰς τὰ Ἀρσινόεια. | |
ἔρρωσο. (ἔτους) λε, ⟦Πα⟧ Λωίου η. |
Eirini Kypraiou