Letter from an official concerning the application of Ptolemy II’s edict on coins

No: Π13

Reference to the file: M. Stefanou, "Nautilos Π13: Letter from an official concerning the application of Ptolemy II's edict on coins" in Nautilos. Selection of Ancient Greek Inscriptions and Papyri, online from 2023, withdrawal date XX. URL: https://nautilos.arch.uoa.gr/en/exhibits/letter-from-an-official-concerning-the-application-of-ptolemy-iis-edict-on-coins/

  • No
    Π13
  • Title
    Letter from an official concerning the application of Ptolemy II’s edict on coins
  • front side (recto)

    (1st column)

    (1st hand) Ἀπολ[λων]ίωι χαίρειν Δημήτριος.
    καλῶς ἔχει εἰ αὐτός τε ἔρρωσαι καὶ
    τἆλλα σοι κατὰ γνώμην ἐστίν.
    καὶ ἐγὼ δὲ καθάπ̣ε̣ρ̣ μ̣ο̣ι ἔγραψας
    5 προσέχειν ποιῶ αὐτὸ καὶ δέδεγμαι
    ἐκ χρ(υσίου) μ(υριάδας) ε Ζ καὶ κατεργασάμενος
    ἀπέδωκα. ἐδεξάμεθα δʼ ἂν καὶ
    πολλαπλάσιο̣ν, ἀλλὰ καθά σοι καὶ
    πρότερον ἔγραψα ὅτι οἵ τε ξένοι
    10 οἱ εἰσπλέοντες καὶ οἱ ἔμποροι καὶ οἱ
    ἐγδοχεῖς̣ κ̣αὶ ἄλλοι φέρουσιν τό τε
    ἐπιχώριο[ν] νόμισμα τὸ ἀκριβὲς καὶ
    τὰ τρίχρυσα, ἵνα καινὸν αὐτοῖς γέ-
    νηται, κατὰ τὸ πρόσταγμα ὃ κε-
    15 λεύει ἡμᾶ̣ς̣ λαμβ̣ά̣ν̣ειν κ̣α̣ὶ̣ κ[ατερ-]
    γάζε̣σ̣[θα]ι̣, Φιλαρέτου μ̣ε ο̣ὐ̣κ̣ ἐ̣-
    ῶντος δέχεσθαι, οὐκ ἔχον[τ]ε̣ς̣ ἐ̣[πὶ]
    τί̣ν̣α τὴν ἀναφο̣ρ̣ὰ̣ν̣ ποιησώ[με]θ̣α̣
    π̣ερὶ τούτων, ἀνα̣γ̣κ̣α̣ζ̣[όμεθ]ά̣ τ[ε]
    20 [τ]α̣ῦ̣τα μὴ δέχεσθαι, οἱ δὲ ἄ̣ν̣-
    θ̣[ρω]ποι ἀγανακ̣τοῦσιν οὔ[τε] ἐπ̣[ὶ]
    τραπεζῶν οὔτε εἰς τὰ τ[ά]λ̣[αν-]
    τα̣ ἡμῶν δεχομ[ένω]ν̣ ο̣ὔ̣τε̣ δ̣υνά-
    μενοι εἰς τὴν χώ̣ραν ἀποστέλλειν
    25 ἐπὶ τὰ φορτία, ἀλ̣λὰ ἀργὸν φάσκουσ̣ι̣ν̣
    ἔχειν τὸ χρυσίον καὶ βλάπτεσθαι οὐ-

     

    (2nd column)

    κ ὀλίγα ἔξοθεν μεταπεπεμμένοι
    καὶ οὐδʼ ἄλλοις ἔχοντες ἐλάσσονος τιμῆς διαθέσθαι εὐχερῶς.
    καὶ οἱ κατὰ πόλιν δὲ πάντες τῶι ἀπο-
    30 τετριμμένωι χρυσίωι δυσχερῶς χρῶνται.
    οὐδ̣εὶς γὰρ τούτων ἔχει οὗ τὴν ἀναφο-
    ρὰν ποιησάμενος καὶ προσθείς τι κο-
    μιεῖται ἢ καλὸν χρυσίον ἢ ἀργύριον
    ἀντʼ αὐτοῦ. νῦν μὲν γὰρ τούτων τοι-
    35 ο̣ύ̣των ὄντων ὁρῶ καὶ τὰς τοῦ βασι-
    λέως προσόδους βλαπτομένας οὐ-
    κ ὀλίγα. γέγραφα οὖν σοι ταῦτα ἵ-
    να εἰδῆις καὶ ἐάν σοι φαίνηται ⟦ἢ⟧ τῶι
    βασιλεῖ γράψηις περὶ τούτων \καὶ/ ⟦  ̣⟧ ἐμοὶ
    40 ἐπὶ τίνα τὴν ἀναφορὰν περὶ τούτων
    ποιῶμαι. συμφέρειν γὰρ ὑπολαμβάνω
    ἐ̣ὰ̣[ν] καὶ ἐκ τῆς ἔξοθεν χώρας χρυσίον
    ὅτ̣ι̣ πλεῖστον εἰσάγηται καὶ τὸ νό-
    μ̣ι̣σ̣μα τ̣[ὸ] τ̣[ο]ῦ̣ [β]ασιλέως καλὸν καὶ
    45 καινὸν ἦι διὰ παντός, ἀνηλώματ[ος]
    μηθενὸς γινομένου αὐτῶι. περὶ μὲν
    γ̣ά̣ρ̣ τινων ὡς ἡμῖν χρῶνται οὐ καλῶς
    ε̣ῖ̣̣̓εν γράφειν̣, ἀ̣λ̣λ̣ʼ ὡ̣ς̣ ἂ̣ν̣ παραγένηι ἀ-
    κ̣ο̣ύ̣σ̣ε̣ι̣[ς -ca.?- ] γ̣ρ̣ά̣-
    50 ψον μοι περὶ τούτων ἵνα οὕτω ποιῶ.
    ἔρρωσο.
    (ἔτους) κη, Γ̣ο̣ρ̣πιαίου ιε.

     

    back side (verso)

               Ἀπολλωνίωι.
    (2nd hand, left) Δημητρίου
  • EDITIONS OF THE TEXT

    P.Cair.Zen. 59021· SB III 6711· Reinach 1928: 191-193· Sel.Pap. II 409· M. Stefanou in Ανθολόγιο 250-260 Π3.

    FURTHER BIBLIOGRAPHY

    Schubart 1922: 74-82· Préaux 1939: 271-276· Rostovtzeff 1953: 1417· Jenkins 1967: 59, 62-63· Orrieux 1983: 28-32· Lewis 1986: 15· Le Rider 1986: 49-51· Mørkholm 1991: 104· Meijer – van Nijf 1992: 65-66 no 90· Richter 1992: 177-186· Howgego 1995: 52-54· Le Rider 1998: 403-407· Bagnall – Derow 2004: 163-165 no 102· Austin 2006: 535-536 no 299· Le Rider – de Callataÿ 2006: 138, 142-144, 151-154· von Redden 2007: 46-48· Bresson 2015· Panagopoulou 2016.

  • Mary Stefanou

  • Registered on
    July 2, 2023
  • Updated on
    March 11, 2024