| front side (recto) | |
| ἔτους δε̣υτέρου Γαΐου Κ̣α̣ί̣σ̣α̣ρος Σ̣εβαστο̣ῦ̣ Γ̣ερμ̣α̣νικοῦ, | |
| Μεσορὴι τρ̣[ι]α̣κάς, ἐν κώμῃ Σινα̣ρὺ τῆς κά̣τ̣ω̣ι το- | |
| παρχίας τοῦ Ὀ̣ξυρυγχ̣ε̣ί̣του. ἐδάνεισεν̣ Ἰ̣σ̣χ̣υ̣ρίω\ν/ | |
| Διονυσίου Ἑρμογένει Ἑρμογένους τοῦ Δ̣η̣μ̣η̣- | |
| 5 | τ̣ρίου νεω̣τ̣έρωι ⟦ ̣ ̣⟧ καὶ Ἑρμ̣ί̣ᾳ Ζηνοδώ̣ρ̣ο̣υ̣ ν̣ε̣- |
| ω̣τ̣έρωι ἀ̣[μ]φοτέροις Πέρσαις τῆς ἐπιγονῆ̣ς̣ ἐ̣ν̣ | |
| ἀγυ̣ιᾷ ἀρ̣[γυρίου Σεβαστ]ο̣ῦ̣ κ̣[αὶ Π]τ̣ο̣λ̣ε̣[μαι]κοῦ νομ̣ί̣σ̣- | |
| ματο̣ς δρ̣[αχμὰς ἑκατὸν ὀκτ]ὼ̣ι κεφαλαίου αἷς̣ | |
| οὐδὲν τῶ̣[ι καθόλου προσ]ῆ̣κ̣τ̣α̣ι. ἀποδότωσαν | |
| 10 | δὲ οἱ δεδ̣[ανεισμένοι τῶι Ἰ]σχυρίων̣ι τὰς τοῦ |
| ἀργυρίου [δραχμὰς ἑκατὸν ὀ]κ̣τὼι τῇ τριακάδι | |
| τοῦ Χοίαχ̣ [τοῦ εἰσιόντος τρί]του ἔτους Γαΐου | |
| Καίσαρο[ς Σεβαστοῦ Γερμα]ν̣ικοῦ. ἐὰν δὲ μὴ | |
| ἀποδῶσι̣ [καθὰ γέγραπται, ἀ]π̣οτεισάτωσαν | |
| 15 | οἱ̣ δεδαν[εισμένοι τῶι Ἰσχυρίωνι τὸ μὲν δά-] |
| νειον μ[εθʼ ἡμιολίας, τοὺς δὲ τόκους τοῦ ὑ-] | |
| περπεσό̣[ντος χρόνου τοὺς καθήκοντας, ἐγγύων] | |
| ἀλλήλων ε̣[ἰς ἔκτισιν ὄντων, τῆς πράξεως οὔσης τῶι] | |
| Ἰσχυρίων̣[ι ἔκ τε αὐτῶν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ] | |
| 20 | ἐὰ̣ν̣ αὐτῶν̣ [αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς] |
| πάν̣[των καθάπερ ἐκ δίκης, μὴ ἐλαττουμένῳ περὶ] | |
| ῶ̣̣̔ [ἄλλων ὀφείλει Ἑρμίας ἢ Ἰσχυρίωνι ἢ τῇ γυ-] | |
| ναικὶ αὐτ̣ο̣ῦ κ̣[α]θʼ ἑτέρ̣αν̣ ἀσ̣φ̣[άλειαν. κυρία] | |
| ἡ συνγρα̣φηι. ☓☓☓☓☓ vac. ? | |
| 25 | (2nd hand) Ἑρμογένης Ἑρμογένους καὶ Ἑρμίας Ζηνοδώρου νεώτερος |
| δεδα̣ν̣ί̣σμ̣εθα τὰ̣ς τοῦ ἀρ̣γυρίου δραχμὰς ἑκατὸν ὀκτὼι̣ | |
| κεφαλαίου καὶ ἀποδώσομεν διʼ ἐνγύων ἀλλήλων | |
| καθότι πρόκειται. (3rd hand) Ἑρμ̣ί̣ας Ζηνοδώρου νεώτ̣ε̣ρος | |
| καὶ Ἑρμογένης νεώτερος δεδανείσμεθα τὰς τ̣ο̣ῦ̣ {αρ} | |
| 30 | ἀργ̣υ̣ρίου δραχμὰς ἑκατ̣ὸ̣ν ὀκτὼι κεφαλαίου καὶ |
| ἀποδώσομεν διʼ ἐνγύω̣ν ἀλλων καθότι πρόκ̣ε̣ι̣τ̣α̣ι̣, | |
| κατὰ μηδὲν ἐλαττουμένου σ̣ου ἐν οἷς ἄλλοις ὀφε̣ί̣λω̣ | |
| σοι καθʼ ἑτέραν ἀσφάλιαν. (4th hand) Ἰσχυρ̣ίων Διονυ̣σίου | |
| δεδάνικα καθότι πρόκε̣ι̣ται. ἔτους δευτέρου Γαΐου̣ | |
| 35 | Καίσαρος Σεβαστοῦ Γερμανικοῦ, Μεσορὴι τριακὰς. |
| διὰ Ἀχιλλέως τοῦ πρὸς τῶι γραφίωι κώμης | |
| Σιναρὺι καὶ ἑτέρων τό̣πων κε̣χ̣ρημάτισ̣τ̣αι. | |
| back side (verso) | |
| (1st hand) ἔτους β Γαΐου Κ̣α̣ί̣[σ]α̣ρ̣[ο]ς̣ Σ̣ε̣β̣α̣σ̣τ̣ο̣ῦ̣ Γερμανικοῦ, | |
| Μεσορὴ λ̣. (δραχμῶν) ρη. Ἰσχυρίωνος̣ | |
| 40 | τοῦ Διονυσίου πρ(ὸς) Ἑρμογένην καὶ Ἑρμίαν. |
EDITIONS OF THE TEXT
P.Oxy. XLIX 3485· M. Malouta in Ανθολόγιο 242-248 Π2.
FURTHER BIBLIOGRAPHY
Grundz.Mitt. pp. 113-165· Rupprecht 1994: 113-115, 118-119.
Myrto Malouta