| Βασιλεύοντος Μιθραδάτου Εὐπάτορος. ἔτους ισ’, | |
| Φαναγοριτῶν ἡ βουλὴ καὶ ὁ δῆμος τοὺς ἀπὸ ξέ- | |
| νης στρατιώτας ἐπολιτογράφησαν διὰ τὸ ἐκ χρό- | |
| νων ἱκανῶν συνστρατεύσασθαι καὶ πεποιηκέναι | |
| 5 | πᾶν τὸ δίκαιον καὶ ἐν τοῖς λοιποῖς πᾶσι φιλικῶς καὶ εὐ- |
| νόως ἐσχηκέναι πρὸς τὴν ἑαυτῶν πόλιν∙ καὶ ἔδω- | |
| καν αὐτοῖς τὰ φιλάνθρωπα ταῦτα ἐφ᾿ ᾧ πολιτι- | |
| κὸν τὸ γεινόμενον μὴ διδῶσι μηδ᾿ ἐπισκήνωσιν | |
| μηδ᾿ ἐπίθεσιν καὶ ἀνείσφοροι πάντων καὶ ἀλε[ι]- | |
| 10 | τούργητοι παντὸς πράγματος πλὴν πα̣[νδή]- |
| μου στρατείας∙ ἔστω δὲ αὐτοῖς ἔκ̣π̣[λους] | |
| καἰ εἴσπλους. |
EDITIONS OF THE TEXT
Vinogradov 1991; Vinogradov – Wörrle 1992 (BE 1993: 377; SEG XLI 625); Δ. Παπαμάρκος in Ανθολόγιο 47-54: Ε4.
The edition of the text was based on Δ. Παπαμάρκος in Ανθολόγιο 47-54: Ε4.
FURTHER BIBLIOGRAPHY
Hennig 1995: 281-282; Mielczarek 1999: 69-71.
Demosthenes Papamarkos