| Ἔδοξε τῇ βουλῇ καὶ τῶι δήμωι· πρυτάνεων | |
| γνώμηι· περὶ ὧν ἐπῆλθον προστάται καὶ στρα- | |
| τηγοί· ἐπειδὴ Τελευτίας Θευδώρου Κῶιος | |
| ἀνὴρ καλὸς καὶ ἀγαθός ἐστιν εἰς τὴν πόλιν | |
| 5 | καὶ ἰδίαι τε τοῖς ἐντυνχάνουσιν τῶν πολιτ<ῶ>ν |
| εὐχρηστῶν διατελεῖ καὶ κατὰ κοινὸν παντὶ | |
| τῶι δήμωι εὔνους ὑπάρχει, ἀεί τι καὶ λέγων | |
| καὶ πράσσων ὑπὲρ τοῦ πλήθους, ἵνα ἐπαινεθῇ | |
| τε ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ στεφανω̣- | |
| 10 | θῇ χρυσῶι στεφάνωι ἀπὸ πλήθους ὅσου |
| πλίστου ἔξεστι ἐκ τῶν νόμων, γένηται δὲ | |
| καὶ πρόξενος τῆς πό<λ>εως, δοθῆι δὲ αὐτῶι κα[ὶ] | |
| πολιτείa[[ν]] μετέχοντι πάντων ὧν καὶ τοῖς ἄλ- | |
| λοις πολίταις μέτεστιν, τὰ δὲ αὐτὰ ὑπάρχῃ τίμ[ι]- | |
| 15 | α καὶ τοῖς ἐκγόνοις αὐτοῦ, ὑπάρχῃ δὲ αὐτῷ κα[ὶ] |
| προεδρία ἐν τοῖς ἀγῶσι πᾶσι οἷς ἡ πόλις τίθ[η]- | |
| σι, καὶ ἵνα ὁ ἀγωνοθέτης ἐπιμελὲς ποιήσητα̣[ι] | |
| ὅπως ἀνανγελῇ ὁ στέφανος, ὧι τετίμη- | |
| ται Τελευτίας ἐν τοῖς πρώτοις Διονυσίο[ις], | |
| 20 | δεδόχθαι Ἰασεῦσι· ἐπαινέσαι Τελευτίαν |
| Θευδώρου Κῶιον εὐνοίας ἕνεκε τῆς εἰς τὴν [πό]- | |
| λιν καὶ στεφανῶσαι χρυσέωι στεφάνωι̣ [ἀπὸ] | |
| πλήθους ὅσου πλείστου ἔξεστιν ἐκ τῶν ν[ό]- | |
| μων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς ε vac. ἰ[ς] | |
| 25 | τὸ πλῆθος τὸ Ἰασέων, εἶναι δὲ καὶ προεδρίαν ἐ[ν] |
| τοῖς ἀγῶσι πᾶσι, ὑπάρχειν δὲ αυτὸν καὶ πρόξεν[ον] | |
| τῆς πόλεως, δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν μ[ε]- | |
| τέχοντι πάντων ὧν καὶ τοῖς ἄλλοις πολίταις μέ- | |
| τεστι, ἐπικληρῶσαι δὲ αὐτὸν καὶ ἐπὶ φυλὴν ἐν τ[οῖς] | |
| 30 | ἐννόμοις χρόνοις, τὰ δὲ αὐτὰ ὑπάρχειν καὶ τοῖς ἐκ̣[γό]- |
| νοις αὐτοῦ, τὸν δὲ ἀγωνοθέτην ἐπιμελὲς πο[ιή]- | |
| σασθαι ὅπως ἀνανγελῇ ὁ στέφανος, ὧι τετίμη[ται] | |
| Τελευτίας, τῆς ἀνανγελίας γινομένης ἐν | |
| τοῖ<ς> πρώτοις Διονυσίοις μετὰ τὴν πομπήν· ἵνα [δὲ] | |
| 35 | καὶ Κῶιοι εἰδήσωσι τὴν Τελευτία καλοκἀγαθίαν [καὶ] |
| τὴν Ἰασέων εὐχαριστίαν, ἑλέσθαι πρεσβευτ[ήν]· | |
| τὸν δὲ αἱρεθέντα ἀφικόμενον πρὸς Κώιους πε[ρί τε] | |
| τῆς Τελευτία καλοκἀγαθίας καὶ τῆς πρὸς τὸvν [δῆ]- | |
| μον εὐνοίας ἐνφανίσ[αι καὶ πα]ρακαλεῖν οἰκήου̣[ς] | |
| 40 | καὶ φίλους καὶ συμμά[χους ὑπάρχ]οντας τῆς πό[λ]- |
| [εω]ς φ̣ι̣λ̣ο̣φ̣ρό̣νω̣ς ἀ̣π[οδέξασθαι τὰ] ἐψηφισμέν[α–] |
EDITIONS OF THE TEXT
Παντελίδης 1887: 76-78 no 6; I.Cos Paton 15; SGDI 3630; Michel, Recueil 470; Robert 1927: 120-121 no 4 – part of the inscription (SEG IV 218); I.Cos Segre ED 133; Benedum 1977: 235-236 no 2 pl. IX – part of the inscription (SEG XXVII 517); I.Iasos 51; IG XII 4, 1, 172; Σ. Γαλανάκη in Ανθολόγιο 39-46: Ε3.
The edition of the text was based on Σ. Γαλανάκη in Ανθολόγιο 39-46: Ε3.
FURTHER BIBLIOGRAPHY
Hicks 1887: 111-113; Preuner 1894: 550-552; Jost 1935: 19, 22-23, 31, 39, 47-48; Sherwin-White 1978: 18, 219 (Onomasticon); Höghammar 1996: 341-343 pls 71.2, 72.1; Rhodes – Lewis, Decrees pp. 338-340.
Sοphia Galanaki