Ἀλεξάνδρου τοῦ Ἀλεξάνδρου βασιλεύοντος ἔτει ἑβδόμωι Πτολεμαίου σατραπεύοντος ἔτει τεσσαρε- | |
σκαιδεκάτωι μηνὸς Δίου. Συγγραφὴ συνοικισίας Ἡρακλείδου καὶ Δημητρίας. Λαμβάνει Ἡρακλείδης | |
Δημητρίαν Κώιαν γυναῖκα γνησίαν παρὰ τοῦ πατρὸς Λεπτίνου Κώιου καὶ τῆς μητρὸς Φιλωτίδος ἐλεύθερος | |
ἐλευθέραν προσφερομένην εἱματισμὸν καὶ κόσμον (δραχμῶν) (χιλίων), παρεχέτω δὲ Ἡρακλείδης Δημητρίαι | |
5 | ὅσα προσήκει γυναικὶ ἐλευθέραι πάντα, εἶναι δὲ ἡμᾶς κατὰ ταὐτὸ ὅπου ἂν δοκῆι ἄριστον εἶναι βουλευομένοις κοινῆι |
βουλῆι Λεπτίνηι καὶ Ἡρακλείδηι. Εἰὰν δέ τι κακοτεχνοῦσα ἁλίσκηται ἐπὶ αἰσχύνηι τοῦ ἀνδρὸς Ἡρακλείδου Δημητρία, | |
στερέσθω ὧμ προσηνέγκατο πάντων, ἐπιδειξάτω δὲ Ἡρακλείδης ὅτι ἂν ἐγκαλῆι Δημητρίαι ἐναντίον ἀνδρῶν τριῶν, | |
οὓς ἂν δοκιμάζωσιν ἀμφότεροι. Μὴ ἐξέστω δὲ Ἡρακλείδηι γυναῖκα ἄλλην ἐπεισάγεσθαι ἐφ’ ὕβρει Δημητρίας μηδὲ | |
τεκνοποιεῖσθαι ἐξ ἄλλης γυναικὸς μηδὲ κακοτεχνεῖν μηδὲν παρευρέσει μηδεμιᾶι Ἡρακλείδην εἰς Δημητρίαν· | |
10 | εἰὰν δέ τι ποιῶν τούτων ἁλίσκηται Ἡρακλείδης καὶ ἐπιδείξηι Δημητρία ἐναντίον ἀνδρῶν τριῶν, οὓς ἂν δοκιμάζωσιν |
ἀμφότεροι, ἀποδότω Ἡρακλείδης Δημητρίαι τὴμ φερνὴν ἣν προσηνέγκατο (δραχμὰς) (χιλίας) καὶ προσαποτεισάτω ἀργυρί- | |
ου Ἀλεξανδρείου (δραχμὰς) (χιλίας). Ἡ δὲ πρᾶξις ἔστω καθάπερ ἐγ δίκης κατὰ νόμον τέλος ἐχούσης Δημητρίαι καὶ τοῖς μετὰ | |
Δημητρίας πράσσουσιν ἔκ τε αὐτοῦ Ἡρακλείδου καὶ τῶν Ἡρακλείδου πάντων καὶ ἐγγαίων καὶ ναυτικῶν. Ἡ δὲ συγγραφὴ | |
ἥδε κυρία ἔστω πάντηι πάντως ὡς ἐκεῖ τοῦ συναλλάγματος γεγενημένου, ὅπου ἂν ἐπεγφέρηι Ἡρακλείδης κατὰ | |
15 | Δημητρίας ἢ Δημητρία τε καὶ τοὶ μετὰ Δημητρίας πράσσοντες ἐπεγφέρωσιν κατὰ Ἡρακλείδου. Κύριοι δὲ ἔστωσαν Ἡρακλεί- |
δης καὶ Δημητρία καὶ τὰς συγγραφὰς αὐτοὶ τὰς αὑτῶν φυλάσσοντες καὶ ἐπεγφέροντες κατ΄ ἀλλήλων. Μάρτυρες | |
Κλέων Γελῶιος, Ἀντικράτης Τημνίτης, Λῦσις Τημνίτης, Διονύσιος Τημνίτης, Ἀριστόμαχος Κυρηναῖος, Ἀριστόδικος | |
Κῶιος. |
EDITIONS OF THE TEXT
P.Eleph. 1· Chrest.Mitt. 283 (BL I p. 125)· Jur.Pap. 18 (BL II 2 p. 52)· Sel.Pap. 1· Bingen 1966: 403 (BL V p. 27)· Pap.Eleph.Eng. D2· M. Stefanou in Ανθολόγιο 230-241 Π1.
FURTHER BIBLIOGRAPHY
Montevecchi 1936· Wolff 1939: 7-34· Wolff 1952: 1-29, 157-181· Modrzejewski 1969: 137-138 n. 56· Vatin 1970: 163-206· Modrzejewski 1981: 247-252· Pomeroy 1984: 86-98· Grzybek 1990: 182· Modrzejewski 1993: app. V· Pestman 1994: 67-69 no 1· Arnaoutoglou 1995: 17-21· Ogden 1995: 231-234· Ogden 1996: 335-347· Rowlandson 1998: 165-166 no 123· Vérilhac – Vial 1998: 16, 21, 202· Schubert 2000: 65-67 no 6· Yiftach-Firanko 2003: 41-44, 59-65, 122-124· Bagnall – Derow 2004: 238-239 no 145· Yiftach-Firanko 2005· Thompson 2006: 93-94· Harrauer 2010: 174-177 no 2· Mélèze-Modrzejewski 2012: no 13· Parca 2012: 322-325.
Mary Stefanou