Epidosis for the construction of public buildings in Roman Messene

No: Ε37

Reference to the file: G. Athanasiadis, "Nautilos E37: Epidosis for the construction of public buildings in Roman Messene." in Nautilos. Selection of Ancient Greek Inscriptions and Papyri, online from 2023, withdrawal date XX. URL: https://nautilos.arch.uoa.gr/en/exhibits/epidosis-for-the-construction-of-public-buildings-in-roman-messene/

  • No
    Ε37
  • Title
    Epidosis for the construction of public buildings in Roman Messene
  • [- – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – -]
    TE τὰν πόλιν ἀπὸ τῶ̣ν ΚΡ̣Ι̣Τ̣[- – – –  τὰ δ]αμόσια συνφυ̣[λάσ]-
    σειν τὰ ἀπὸ προγόνων παραδ̣[εδ]ομένα α[ὐτᾷ καὶ τὰ δίκαια ὀφ]είλοντα τηρεῖσθαι τ̣[ῷ]
    τε δάμῳ τῷ Ῥωμαίων καὶ Σεβαστῷ Καίσαρι· περὶ [δὲ τούτων ἔχοντος] τὰν πλείσταν φροντ[ί]-
    δα Ἐπινίκου τοῦ γραμματέος τῶν συνέδρων [ὑ]πὲρ̣ [τᾶς πόλιο]ς περὶ τῶν συμφερόν-
    5 των, καθὼς καὶ παρ’ ὅλον τὸν ἐνιαυτὸν ποιεῖται, εἵνεκεν̣ [του ἐ]πισκευασθῆμεν τὰ δα-
    μόσια καὶ παρακαλοῦντος τοὺς διὰ παντὸς ποιοῦντας τὰ [δί]καια τᾶι πόλει Ἕλλανάς
    τε καὶ Ῥωμαίους τοὺς ἐν αὐτᾷ κατοικοῦντας καὶ ἐν τῷ παρόντ[ι] ὑπολανβάνοντας τὸ
    κοινᾷ ἀσθενὲς αὐτᾶς κατ’ ἄνδρα ὑπεχομένους καὶ κατὰ δύναμιν ἐκ̣πληροῦν τὸ βέλ-
    τιστον ἐπανγελλομένους εἰς τὰν ἐπισκευὰν αὐτᾶς, εἰς ἂν ὑπέ[σχ]οντο, vacat
    10 Τείσαρχος Διονυσίου εἰς τὰν ἐπισκευὰν τοῦ ἀρχαίου γυμνασίου ὑποσχόμε[νος] δει-
    νάρια πεντακόσια ἐπεσκεύασε τάν τε ὀλυμπικὰν στοὰν καὶ τὰν μέσαν vacat
    Κράτων Ἀρχεδάμου τὰν γινομέναν αὐτῷ ἔξοδον εἰς τὸ γυμνάσιον εἰς ξύλα δεινάρια – – –
    ακόσια καὶ τὰ γινόμενα αὐτῷ ἐν τῷ μετὰ Φιλόστρατον ἐνιαυτῷ εἰς ἐναγισμὸν Ἀριστομέ-
    νει ταύρου δεινάρια ἑβδομήκοντα· vacat
    15 Τυχαμένης Δορκωνίδα δεινάρια τριακόσια·
    Λεύκιος Βέννιος Γλύκων δεινάρια χίλια·
    Τείμαρχος Θέωνος δεινάρια διακόσια·
    Πόπλιος Οὐαλέριος Ἄνδρων δεινάρια τριακόσια·
    Νικήρατος Θέωνος τὸ βουλεῖον καὶ τὰν ποτ’ αὐτῷ στοὰν ἐπισκευάσειν ἐκ τοῦ ἰδίου βίου·
    20 Καλλίας Ἀπολλώνιου τὰν παντόπωλιν στοὰν ὡσαύτως ἐπισκευάσειν·
    Μᾶρκος Ἀντώνιος Πρόκλος δεινάρια ἑκατόν·
    Εὐάμερος Φιλοκράτεος δεινάρια διακόσια·
    Πόπλιος Λικήϊος δεινάρια ἑκατόν·
    Πόπλιος Λικίνιος Κέλερ δεινάρια ἑκατόν·
    25 Πόπλιος Φλαμίνιος δεινάρια ἑκατόν·
    Τιβέριος Κλαύδιος Βουκκίων δεινάρια διακόσια πεντήκοντα·
    Διονύσιος Ἀριστομένεος ὑπὲρ Πλεισταρχίαν τὰν ματέρα δεινάρια πεντακόσια εἰς τὰν ἐπι-
    σκευὰν τοῦ ναοῦ τᾶς Δάματρος καὶ τᾶς στοᾶς τᾶς λεγομένας Νικαίου·
    Διογένης Διογένεος ὑπέρ Διογένη καὶ Φιλωνίδαν καὶ Φιλόξενον δεινάρια ἑκατὸν πεντήκοντα·
    30 Τίτος Νίννιος Φιλιππίων δεινάρια πεντήκοντα·
    [Ἀ]σκλάπων καὶ Ξενοκράτης οἱ Τιμοκράτεος δεινάρια ἑκατόν·
    Νικηφόρος Σωτηρίδα μετὰ Σωτηρίδα τοῦ υἱοῦ δεινάρια ἑκατόν·
    Δομέτιος τὸν ναὸν ἐπισκευάσειν τοῦ Ἡρακλέος καὶ Ἑρμοῦ ἐν γυμνασίῳ· Μηνᾶς καὶ Λεύκιος Σάλβιος οἱ Ζωπύρου ἐπισκευάσειν ἐν ᾧ
    τὸ κρεοπώλιόν ἐστι καὶ τὰν ποτ’ αὐτῷ στοὰν ἀπὸ δειναρίων τριακοσίων·
    35 Λύσων Νικίππου τὸ λογεῖον τοῦ δεικτηρίου.
    Καὶ συμβουλευόντων ἐπαινεῖν αὐτοὺς ἐφ’ ᾇ ἔσχηκαν ὑπὲρ τᾶς πόλιος φροντίδος εἰς τὸν δᾶμον
    τῶν Ῥωμαίων καὶ ποτὶ τὸν Σεβαστὸν εὐνοίᾳ, ἔδοξε τοῖς συνέδροις ἐπαινέσαι τοὺς ἐπανγελ[λο]-
    μένους ἐπὶ πᾶσι τοῖς προγεγραμμένοις· ὅπως δὲ ᾖ διάδηλος ἁ δεδομένα ὑπ’ αὐτῶν τᾷ πόλει χάρις
    ἀναθείτω παρὰ τὸ Σεβαστεῖον Ἐπίνικος ὁ γραμματεὺς τῶν συνέδρων ἐκ τῶν τᾶς πόλιος εἰσόδων χαρά-
    40 ξαι εἰς στάλαν λιθίναν καθὼς ἕκαστος ὑπέσχετο καὶ ὅτι ἐπὶ γραμματέος συνέδρων Ἐπινίκου· ὡσ-
    αύτως δὲ καθ’ ἕκαστον ἀναθημάτων τελεσθησομένων γινέσθω ἐπιγραφὰ ὅτι ὑπέσχετο ἐπὶ γραμ-
    ματέως συνέδρων Ἐπινίκου.
  • EDITIONS OF THE TEXT

    Ορλάνδος 1959 [1965]: 170-173 (SEG XXIII 205+207)· ΒΕ 1966: no 200· Migeotte 1985α: 597-600 (SEG XXXV 343 ll. 1-14· BE 1987: no 45.

    FURTHER BIBLIOGRAPHY

    Migeotte, Souscriptions 55-59· Zoumbaki 1998-1999: 122· Lafond 2006: passim· Spawforth 2012: 213-217· Luraghi 2008: 303, 307, 319· Kantiréa 2007α: 132· Camia 2011: 218 note 1008.

  • Georgios Athanasiadis

  • Registered on
    June 4, 2023
  • Updated on
    January 17, 2024